Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1045
Not analysed yet
τοι γυμνὸν ὄντα, καὶ ἄσαρκον ἔτι Λόγον, εἰς τὴν τῆς δουλείας διάπλασιν ἐνεχθῆναί φησιν ἑαυτὸν, εὐδοκήσαντος τοῦτο τοῦ Θεοῦ, καὶ Πατρός· ἐκ κοιλίας δὲ μᾶλλον, τοῦτ' ἔστιν, ὅτε κατὰ σάρκα ἐγεννήθη ἐκ γυναικός. Τότε γὰρ Θεὸς φύσει, καὶ ἐλεύθερος, ὡς ἐκ Θεοῦ τε καὶ ἐλευθέρου Πατρὸς, τὴν τοῦ δούλου δέχεται μορφὴν, ἤτοι πλάσιν. Οὐ γάρ τοι φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, ὡς τὸ δοῦλον φύσει εἰς δουλείαν πλάττεται μᾶλλον, ἀλλ' ὁ δουλείας ἐπέκεινα, καὶ ζυγοῦ, καὶ τοῖς τῆς φυσικῆς ἐλευθερίας ἐμπρέπων αὐχήμασι δέχοιτο ἂν εἰκότως τὴν τοῦ δούλου πλάσιν, ἤτοι μορφήν. Ὅτι γὰρ ἐλεύθερος ὢν ὁ υἱὸς καθῆκεν ἑαυτὸν εἰς τοῦτο ἑκὼν, πῶς ἂν ἐνδοιάσειέ τις Παύλου λέγοντος, ἐν μορφῇ μὲν εἶναι αὐτὸν τοῦ Θεοῦ, ἡγεῖσθαι δὲ οὐχ ἁρπαγμὸν τὸ ἴσα εἶναι Θεῷ, ἀλλ' ἐκ τῆς κατὰ πᾶν ὁτιοῦν ἰσότητός τε καὶ ὁμοιότητος, καθικέσθαι μὲν οὐκ ἀβουλήτως εἰς δούλου μορφὴν, ἐν ὁμοιώματι δὲ ἀνθρώπων γενέσθαι. Θεὸς γὰρ ἦν μετὰ τούτου, διέδειξε δὲ οὐδὲν ἧττον ἡμῖν τὸ φύσει τε καὶ ἀληθῶς ἐλεύθερον, καὶ οὐκ ἀνεθελήτως τὸ δοῦλον, ἐν τῇ τῶν διδράχμων συνεισφορᾷ. Ἤροντο μὲν γὰρ τὸν θεσπέσιον Πέτρον οἱ δασμολόγοι, πότερόν ποτε συνεισκομίζει τοῖς ἄλλοις Χριστὸς τὸ δίδραχμον, ἤγουν ἀπόβλητον ποιεῖται τὴν κατάθεσιν. Εἶτα πρὸς αὐτὸν ὁ Κύριος· «Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνος λαμβάνουσι τέλη, ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν ἑαυτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;» Διέποντος δὲ τοῦ μαθητοῦ τἀληθὲς, ἀπὸ γάρ τοι τῶν ἀλλοτρίων κομίζονται οἱ βασιλεῖς τὸ ταχθέν· «Ἄρα γε, φησὶν, ἐλεύθεροι οἱ υἱοί εἰσιν. Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.» Πλάττεται τοίνυν ὁ ἐλεύθερος κατὰ φύσιν εἰς δοῦλον οἰκονομικῶς, ὅτε καὶ ἐκ κοιλίας ἐγεννήθη τῆς κατὰ σάρκα μητρός. Καιρὸς γὰρ οὗτος ὁ πρέπων τοῖς τῆς κενώσεως μέτροις. Ὅτι δὲ διακονικῶς ἐπλάττετο, πεπληροφόρηκεν εἰπὼν, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ, καὶ τὸν Ἰσραήλ. Καθίκετο γὰρ ἐν τοῖς καθ' ἡμᾶς Θεὸς ὢν ὁ Λόγος, οὐχ ἑτέρου του χάριν, πλὴν ὅτι τοῦ διασῶσαι τὸν Ἰσραὴλ, καὶ συναγαγεῖν τὸν Ἰακώβ. Κατεσκέδασε μὲν γὰρ ἅπαντας τοὺς ὄντας ἐπὶ τῆς γῆς ὁ φαυλότητος ἁπάσης εὑρετὴς εἰς πολυειδῆ, καὶ πολύμορφον ἁμαρτίαν. Τοὺς μὲν γὰρ ἀπέστησεν ὁλοτρόπως τοῦ κτίσαντος, ἑαυτῷ τε καὶ τοῖς ἀκαθάρτοις δαίμοσιν ὑποκεῖσθαι παρασκευάσας, καὶ δυσδιάφυκτον αὐτοῖς τὸν τῆς ἁμαρτίας ἐπιῤῥίψας ζυγὸν, καὶ ἀποστήσας εἰς ἅπαν τοῦ, καὶ εἰδέναι τίς ὁ φύσει τῶν ὅλων ἐστὶ Θεὸς Κύριος. Τοὺς δὲ τὸν Μωσέως νόμον ἔχοντας βραβευτὴν τῶν πρακτέων, ῥᾳθύμους, καὶ ἀναπεπτωκότας ἀπέφηνε, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀπενεγκὼν, ὡς ὀλίγον μὲν τοῦ νόμου ποιεῖσθαι λόγον κομιδῆ, πράττεσθαι δὲ μᾶλλον εἴς γε τὸ ἑκάστῳ δοκοῦν, καὶ διδάσκει διδασκαλίας ἐντάλματα ἀνθρώπων. Ἐπειδὴ δὲ ἐπέφανε τῷ κόσμῳ Χριστὸς συνήχθη διὰ πίστεως εἰς μίαν καὶ ὀρθὴν, καὶ ἀνεπί-