Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1048
Not analysed yet
πληκτον γνώμην, ἃ κατεσκέδασεν ὁ Σατανᾶς, καὶ οἱ πάλαι τῆς πρὸς Θεὸν ἀγάπης ἀποφοιτήσαντες προσδεδραμήκασιν αὐτῷ, καὶ τὴν ἐχθροποιὸν ἁμαρτίαν σπούδασμα τῶν ἀγαθῶν ῥιπτοῦντες κατόπιν, εἰρηνεύουσι πρὸς Χριστόν. Προὔτρεπον μὲν γὰρ αὐτοὺς, καὶ οἱ θεσπέσιοι προφῆται γοργῶς ἰέναι πρὸς τοῦτο. Ἡσαΐας γοῦν, Ποιήσωμεν εἰρήνην αὐτῷ, φησὶ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι. Ἐκέκραγον δὲ καὶ οἱ θεσπέσιοι μαθηταί· «Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.» Πρὸς Θεὸν δὲ ποιούμεθα τὰς καταλλαγὰς, ὅτε προσίεμεν τῷ Χριστῷ διὰ πίστεως. Ὡς γὰρ αὐτός που πάλιν φησὶν ὁ ἱερώτατος Παῦλος· «Θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ.» Ἐν γὰρ Χριστῷ κόσμος τῷ Θεῷ καταλλάττεται. Οὐκοῦν ἐναργῆ τῆς ἐνανθρωπήσεως τὴν διακονίαν καθίστησι λέγων, εἰς δοῦλον πεπλᾶσθαι παρὰ τοῦ Πατρὸς ἐκ κοιλίας, ἵνα συναγάγῃ τὸν Ἰσραὴλ, καὶ τὸν Ἰακώβ. Κἂν εἰ μέν τις λέγοι τὸ τῶν Ἰουδαίων ἔθνος διὰ τούτων σημαίνεσθαι, οὐκ ἂν ἔξω διάττοι σκοποῦ. Ἔφη γάρ που Χριστός· «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Εἰ δὲ δὴ βούλοιτο τοὺς διὰ πίστεως σεσωσμένους ἅπαντας, Ἰσραήλ τε καὶ Ἰακὼβ ὀνομάζειν, εὖ ἂν ἔχοι, καὶ οὕτως. Εἴπερ ἐστὶν ἀληθὲς ὡς οὐ μόνον ἐστὶν ὁ Ἰουδαῖος ὁ ἐν τῷ φανερῷ, οὔτε μὴν ἐν σαρκὶ περιτομὴ, λέγοιτ' ἂν οὕτως περιτομή· Ἰουδαῖος δὲ μᾶλλον ὁ ἐν κρυπτῷ, καὶ περιτομὴν ἔχων καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος, οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ. Εἴγε τοίνυν Ἰουδαῖός ἐστιν ὁ πνεύματι περιτομὴν ἔχων, ἀπρὶξ εἶεν ἂν οὐδενὶ τῶν γε τοιούτων Ἰσραήλ τε καὶ Ἰακὼβ ὀνομάζεσθαι. Παρεμβέβληται δὲ μεταξὺ τοῦ λόγου ὑπὸ τῶν διὰ πίστεως κεκλημένων, φωνῇ κατατιθεμένων, ὅτι καὶ πρὸς αὐτὸν συναχθήσομαι, καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς. Ἅμα γάρ τοι προστάττει γενέσθαι Θεὸς, καὶ μονονουχὶ τῶν κατὰ πόδας εἰρημένων τόπων προσταχθέντων ἔρχεται πέρας. Σέσωσται μὲν γὰρ οὐχ ἅπαξ ὁ Ἰσραὴλ, ἀλλ' ἠπίστησάν τινες διά γε τὴν σφῶν αὐτῶν μοχθηρίαν, τὴν τῶν εὐαγγελικῶν παιδευμάτων οὐ προσηκάμενοι χάριν. Συνεισκέκληται δὲ τῷ καταλείμματι τῶν ἐθνῶν ἡ πληθύς· οἳ καὶ εἰς τέκνα τέθεινται τοῦ Ἀβραὰμ, ὥστε πανταχόθεν τό γε ἧκον εἰς οἰκονομίαν, μὴ ἀφαμαρτάνειν τῆς ἐπιδημίας τὸν σκοπόν· συνήχθη γὰρ ἅπας εἴ τίς ἐστιν Ἰσραὴλ, καὶ μέν τοί γε, καὶ Ἰακὼβ, κατὰ τοὺς ἀρτίως ἡμῖν προαποδοθέντας λόγους. Ὑπισχνεῖται τοίνυν ὁ ἐν Χριστῷ κεκλημένος λαὸς, ὅτι καὶ συναχθήσεται πρὸς Θεὸν δηλονότι διὰ τῆς πίστεως, καὶ ὅτι δοξασθήσεται ἐναντίον τοῦ Θεοῦ, τὸ λαμπρὸν τῆς υἱοθεσίας ἀποκερδαίνων καύχημα, καὶ θείας φύσεως μέτοχος γεγονὼς, καὶ ἁγίῳ Πνεύματι κατηγλαϊσμένος, καὶ ἀρίστων ἐπιτηδευμάτων ἐπιμελητὴς ἀναδεδειγμένος, καὶ ὅτι Θεὸν ἡγήσεται τὴν ἑαυτοῦ ἰσχύν. Οὕτω γὰρ διακεῖσθαι πρέπει, τοὺς τῆς παρ' αὐτοῦ σωτηρίας, καὶ δόξης ἐφιεμένους. Προσεπάγει τούτοις.