Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1049.1
Not analysed yet
Καὶ εἶπέ μοι· Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Εἰ χρή τι καὶ ἀνθρωπίνως εἰπεῖν, οὐκ ἐᾷ τὸν Υἱὸν ὁ Πατὴρ κατοκνῆσαι τὴν οἰκονομίαν, οὔτε μὴν ἄμισθον τὸ μικροπρεπὲς τῆς τοῦ δούλου μορφῆς, ἀλλ' οἷον ἔγκαρπον ἀποφαίνει τὸ χρῆμα, καὶ οὐκ ἄμισθον τὴν ταπείνωσιν, καὶ τὸ τῆς οἰκονομίας φορτικὸν οὐκ ἐσόμενον ἔξω θαύματος, εὐκλεές τε πρὸς τοῦτο, καὶ τὸ ἀδοξῆσαι δοκεῖν. Ἦν μὲν γὰρ σμικρὸν ὁμολογουμένως, τῷ ἐκ τοῦ Θεοῦ φύντι Λόγῳ, τὸ κληθῆναι παῖδα, τοῦτ' ἔστιν, οἰκέτην. Δηλοῖ γὰρ τοὔνομα ποτὲ μὲν τὸν Υἱὸν, ποτὲ δὲ, ὡς ἔφην, τὸν οἰκέτην. Ἡ δέ γε τῶν ἐννοιῶν χρεία τοῦτό τε κἀκεῖνο, κατὰ τὸν ἑκατέρῳ πρέποντα καιρὸν εἰσκομίζεσθαι ποιεῖ. Ἐπειδὴ δὲ περὶ τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ λόγος ἐστὶ, πρέποι ἂν εἰκότως τὸν παῖδα νοεῖσθαι δοῦλον. Οὐκοῦν, κἂν εἰς μικρὸν, ὡς ἔφην, τῷ Υἱῷ τῆς δουλείας τὸ δυσκλεὲς, ἀλλ' ἦν ἑτέρως. Καὶ δὴ καὶ γέγονεν οὐ μικρὸν αὐτῷ· Δοξάζεται γὰρ παρὰ πάντων, ὡς ἁρπαγμὸν μὲν οὐχ ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ, καὶ τοῖς τῆς δουλείας ἐνομιλήσας τρόποις, καὶ καθιγμένος εἰς κένωσιν, ὑπομείνας τε σταυρὸν, καὶ τὰ ἐν αὐτῷ καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ ψυχὴν καταθεὶς, ἵνα καταλύσῃ τυραννίδα διαβολικὴν, καὶ τὰ τῶν δαιμονίων διελάσῃ στίφη τῆς καθ' ἡμῶν ἀφορήτου πλεονεξίας, ἵνα ἐκ μέσου ποιήσῃ τὴν ὀλεθροποιὸν ἁμαρτίαν, ἵνα καταργήσῃ θάνατον, καὶ τὴν τοῦ ἀνθρώπου φύσιν ἀναμορφώσῃ πρὸς τὸ ἀπ' ἀρχῆς, καὶ παραδῷ τῷ Θεῷ τὴν αὐτοῦ τε καὶ ἑαυτοῦ βασιλείαν, ὑπ' οὐδενὸς ἔτι τυραννουμένην, ἀποβάλλουσαν δὲ μᾶλλον τῆς ἑτέρων πλεονεξίας τὸν ζυγόν. Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Οὐκ ἠγνόησεν ὁ Πατὴρ τὸ τῶν Ἰουδαίων ἀπεσκληκὸς, καὶ ἀνουθέτητον φρόνημα, καὶ ὁλοτρόπως ἐκτετραμμένον εἰς τὸ ἐξήνιον. Προσήκαντο γὰρ οὐδαμῶς τὴν διὰ Χριστοῦ παίδευσιν, καίτοι δέον ἄγασθαι μὲν τῆς ἡμερότητος, καὶ ἀσυγκρίτου φιλανθρωπίας τὸν Λυτρωτὴν, ὑπτίαις δὲ ὥσπερ χερσὶ παραδέξασθαι τὴν φιλοτιμίαν. Ἵνα τοίνυν μὴ ἐν ἀποτεύξει σκοποῦ γενέσθαι δοκῇ τοῦ Σωτῆρος ἡμῶν οἰκονομίαν, ἅτε δὴ, καὶ ἀπολακτίσαντος τοῦ ἡγησαμένου λαοῦ, καὶ οὐ προσιεμένου, καθάπερ ἔφην, τὴν αὐτοῦ λύτρωσιν, προσεπήνεγκεν ὁ Πατὴρ, ὅτι σωτηρίας καταδείξει τρίβον, καὶ τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐνήσει φῶς τοῖς ἐν ἀχλύϊ καὶ σκότῳ. Ἐκαλεῖτο γὰρ ὁ Ἰσραὴλ εἰς τοῦτο, Χριστοῦ λέγοντος ἐναργῶς· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Καί· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.» Ἐπειδὴ δὲ μᾶλλον ἠγάπησαν τὸ σκότος, ἢ τὸ φῶς, κατελείφθησαν ὑπ' αὐτοῦ, καίτοι τῶν ἁγίων προφητῶν τὴν ἐν Χριστῷ χάριν αὐτοῖς προηγορευκότων. Ὁ μὲν γάρ τις ἔφη· «Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος, καὶ γνόφος καλύψει γῆν ἐπ' ἔθνη. Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται.» Ὁ δέ τις ἕτερος· «Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου, ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Ἐπειδὴ δὲ, καθά φησι τὸ Γράμμα τὸ ἱερὸν, τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακοῦσαι, τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· ἐπέλαμψε τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ φωτὸς τοῦ θείου