Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1052
Not analysed yet
μεμεστωμένην ἀπέφηνε τὴν ὑπ' οὐρανὸν, ὥστε τοὺς ἐξ ἠοῦς εἰς δύσιν, καὶ μέχρι τῶν περάτων τῆς γῆς ἀπόνασθαι τῆς φιλοτιμίας, καὶ καθαροῖς διανοίας ὄμμασι τὴν θείαν τε, καὶ ἀνωτάτω περιαθρῆσαι φύσιν, καὶ τοὺς τῆς πνευματικῆς λατρείας, αὐτῇ τε καὶ μόνῃ καθιερῶσαι τρόπους. Οὕτως λέγει Κύριος, ὁ ῥυσάμενός σε Θεὸς Ἰσραήλ· Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν δούλων τῶν ἀρχόντων. Βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε. Οὕτως λέγει Κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Ὅσης ἠξίωσε φειδοῦς τοὺς διὰ Χριστοῦ κεκλημένους ὁ Θεὸς καὶ Πατὴρ, κἀντεῦθεν ἂν μάθοις. Μυσταγωγεῖ γὰρ αὐτοὺς, καὶ τὸ βαθὺ, καὶ μέγα τῆς ἐνανθρωπήσεως ἐκκαλύπτει μυστήριον, οὐκ ἐῶν περιθραύεσθαί τινας τῷ λίθῳ τοῦ προσκόμματος, καὶ προσπταίειν ἐξ ἀβουλίας τῇ πέτρᾳ τοῦ σκανδάλου. Συνετρίβη γὰρ οὕτως ὁ ἀπόπληκτος Ἰσραήλ. Τί δὴ οὖν ἄρα φησίν; Ἐγὼ ὁ ῥυσάμενός σε Θεὸς, οὕτω φημὶ πρὸς σέ· Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τοῦτ' ἔστι, σεπτὸν, καὶ ἅγιον ἡγήσασθε, καὶ ποιεῖσθαι σπουδάσατε τὸν τὴν ἑαυτοῦ ψυχὴν ἐκφαυλίσαντα, τοῦτ' ἔστιν, ἐξευτελίσαντα. Γεγονὼς γὰρ ἄνθρωπος ὁ Θεὸς, καὶ μονογενὴς τοῦ Θεοῦ Λόγος, τέθεικεν ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν, εἵλετό τε παθεῖν δι' ἡμᾶς τὸν κατὰ σάρκα θάνατον, οὐδὲν ὑπομείνας εἰς ἰδίαν φύσιν. Αὐτὸς γὰρ ὡς ἐπέκεινα τοῦ παθεῖν ὑπάρχων ὡς Θεὸς, πλὴν οὕτως εἴπω παρέῤῥιψεν αὐτὴν, καὶ τοῦτο ὑπὲρ ἁμαρτωλῶν. Ὃ δὴ καὶ τεθαύμακεν ὁ πάνσοφος Παῦλος. Ἔφη γὰρ, ὅτι «Συνίστησι τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς· ἔτι γὰρ ὄντων ἡμῶν ἁμαρτωλῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν.» Αὐτὸς δέ που ὁ Χριστός φησί που· «Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.» Τέθεικε τοίνυν αὐτὴν ὑπὲρ ἡμῶν, τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ αὐτὸς ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν, καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη. Ἁγιαζέσθω οὖν, φησὶ, τοῦτ' ἔστιν, ἅγιος ἡγείσθω, ἤτουν ὁμολογείσθω. Θεῷ δ' ἂν πρέποι τοῦτο, καὶ μόνῳ κυρίως τε καὶ ἰδικῶς. Εἰ γὰρ καὶ εἰσὶν ἅγιοι πολλοὶ δυνάμεις τε λογικαὶ, καὶ μὴν, καὶ ἐπὶ γῆς ἄνθρωποι, ἀλλ' οὖν ἐκ μετοχῆς τοῦ κατὰ φύσιν ἁγίου, καὶ μόνου τοῦτο ὑπάρχοντος ἀληθῶς, ἅγιοι χρηματίζουσιν. Ὥσπερ γὰρ φῶς μέν ἐστι τὸ ἀληθινὸν αὐτὸς, δέδωκε δὲ τὸ ἀξίωμα, καὶ ἑτέροις· «Ὑμεῖς γάρ ἐστε,» φησὶ, «τὸ φῶς τοῦ κόσμου.» Οὕτω καὶ μόνος ὢν ἅγιος ὁμοῦ τῷ Θεῷ, καὶ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι δίδωσιν ὡς ἐξ ἰδίου πληρώματος, καὶ τοῖς μετόχοις αὐτοῦ τὸν ἁγιασμόν. Οὕτω φαμὲν, καὶ ἐν προσευχαῖς· «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου.» Καὶ οὔτι πού φαμεν, ὡς προσθήκην ἁγιασμοῦ τῷ ὀνόματι τοῦ Πατρὸς γενέσθαι παρακαλοῦμεν· εὔηθες γὰρ κομιδῆ τὸ χρῆμά ἐστιν· εἶναι δὲ μᾶλλον παρὰ πᾶσιν ὅπερ ἐστὶν