Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.108
Not analysed yet
ἡ γλῶσσα αὐτῶν μετὰ ἀνομίας δεδυσσέβηκεν εἰς Χριστὸν, τότε καὶ πᾶν εἶδος αὐτοῖς ἐπενήνεκται ταλαιπωρίας, καὶ πεπτώκασιν εἰς τὸ δυσκλεές. Τίνα δὲ τρόπον ἡ γλῶσσα αὐτῶν δεδυσσέβηκε μετὰ ἀπειθείας, αὐτὸς ἡμῖν ὁ προφήτης διατρανοῖ, παρεὶς μὲν τὰ ἕτερα, διαμνημονεύσας δὲ μόνης τῆς τελευταίας αὐτῶν δυσσεβείας. Ἦσαν μὲν γὰρ ἀεὶ διάφοροι τῷ Χριστῷ, καὶ τοῖς τοῦ φθόνου βέλεσι τετρωμένοι, κατὰ πολλοὺς ἐπεβούλευον τρόπους. Ἐπειδὴ δὲ Πιλάτῳ προσήγαγον, τότε δὴ μάλιστα τὴν ἑαυτῶν ἁμαρτίαν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. Ὥσπερ γὰρ οἱ τῶν Σοδόμων οἰκήτορες τὸ ἀκρατὲς εἰς ὀρέξεις νενοσηκότες ἀγρίως, καὶ ταῖς παρὰ φύσιν ἡδοναῖς ἡττημένοι κατεπεφύοντο τοῦ μακαρίου Λὼτ, αἰτοῦντες τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους πρὸς αὐτὸν εἰς κατάχρησιν, αἰδοῦς τε ἁπάσης αὐτοῖς πεπατημένης καὶ ἀθραύστου λοιπὸν κρατούσης ἀναισχυντίας· τὸν αὐτὸν οἶμαι τρόπον καὶ Ἰουδαῖοι τὴν ἀνομίαν αὐτῶν ἀνήγγειλαν κατακεκραγότες τε καὶ λέγοντες τῷ Πιλάτῳ περὶ Χριστοῦ· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.» Ταύτην αὐτῶν κατῃτιᾶτο φωνὴν καὶ δι' ἑνὸς τῶν προφητῶν, λέγων· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, δέδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ' ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Ταλανίζει καὶ νῦν ὁ προφήτης τῶν Ἰουδαίων τοὺς δήμους, καὶ τῶν ἐπ' αὐτοῖς ὀδυρμῶν ἀποδίδωσι τὰς αἰτίας. Εἶπον γὰρ, φησὶν, ἐν ἑαυτοῖς· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. Οὐ γὰρ παρεδέχοντο διὰ τῆς πίστεως τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ἀτιμάζοντες δὲ διατετελέκασιν, ᾤοντό τε κατὰ τὸ ἀληθὲς, ὅτι κατ' οὐδένα τρόπον χρήσιμον ἔσεσθαι τῷ βίῳ τὸν ἀφιγμένον εἰς τοῦτο, ἵνα πάντα ἐν αὐτῷ καινὰ τὰ καθ' ἡμᾶς γένηται, καὶ ἐκ νομικῆς πολιτείας μεταστήσει εἰς πνευματικὴν τοὺς ἐξ αἵματος Ἰσραήλ. Οὐκοῦν κατ' οὐδὲν ἔσεσθαι χρήσιμον ὑπειληφότες αὐτὸν ἔδησαν τῷ θανάτῳ, τό γε ἧκον εἰς αὐτοὺς, εἰ καὶ ἀνεβίω πάλιν ὡς Θεὸς κενώσας τὸν ᾅδην, καὶ τὸ τῆς φθορᾶς καταλύσας κράτος. Ζωὴ γάρ ἐστι καὶ ζωοποιός. Πλὴν κατ' αὐτῶν ἐβουλεύοντο δῆσαι θέλοντες τὸν δίκαιον· φάγονται δὲ καὶ τὰ γεννήματα τῶν ἔργων αὐτῶν. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Καὶ οἱ μὲν τοὺς τρόπους ἐπιεικεῖς, καὶ φιλόθεον ἔχοντες γνώμην, ἀγαθοὺς ἐντεῦθεν εὑρήσουσι τοὺς καρπούς· οἱ δὲ ἀπονεύοντες καὶ ἀπειθεῖς, καὶ τῇ θείᾳ δόξῃ μαχόμενοι, φάγονται τὰ γεννήματα τῶν ἔργων αὐτῶν, τοῦτ' ἔστι, πῦρ, καὶ δίκην καὶ κόλασιν καὶ τὰ ἐξ ὀργῆς συμβαίνοντα. Ἕψεται γὰρ πάντως τὰ τοιάδε τῶν κακῶν τοῖς θεομαχεῖν ᾑρημέ-