Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1053
Not analysed yet
ἀληθῶς εὐχόμεθα, τοῦτ' ἔστιν, ἅγιον, καὶ φοβερόν· οὕτω κἀνθάδε τὸ, Ἁγιάσατε, νοητέον, κἂν εἰ πεφαύλικε, φησὶ, τὴν ψυχὴν αὐτοῦ, τοῦτ' ἔστι, κἂν εἴ τι τῶν ἀνθρωπίνων παθεῖν λέγεται, καὶ τὴν ἰδίαν σάρκα θανάτου γεύσασθαι παρεσκεύασε, τέθεικε δὲ τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ πολλῶν. Ἐπιτρέχει δὲ ὁ λόγος, καὶ διαμέμνηται καὶ ἑτέρων, ἃ δὲ γένοιτ' ἂν ἔσθ' ὅτε καὶ ἐμποδὼν τοῦ χρῆναι πιστεύειν αὐτῷ τοὺς τῆς οἰκονομίας οὐχ ὁρῶντας βάθος τοῖς γε μὴν ἀρτίφροσιν οὐδὲν ἂν ἐμποιήσαι βλάβος. Παραδοθέντα μὲν γὰρ Πιλάτῳ τὸν Ἰησοῦν, κατεβδελύττοντο τῶν στρατιωτῶν τινες, τοῦτο μὲν καταπαίοντες ἀνοσίως, τοῦτο δὲ, καὶ ἐμπτύσμασιν ἀτιμάζοντες, καὶ στεφάνῳ τῷ ἐξ ἀκανθῶν ὑβρίσαντες, κατακερτομοῦντές τε καὶ λέγοντες· «Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων.» Διὰ τοῦτό φησι τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τῶν δούλων, τῶν ἀρχόντων. Ἕψεται δὲ πάντως καὶ τούτῳ τὸ, Ἁγιάσατε, ἀλλ' ὅτι πέπονθε μὲν οἰκονομικῶς τὰ παρὰ τῶν ἐθνῶν ἐμπαίγματα· ἀναλάμψει δὲ μετὰ τοῦτο, καὶ δοξασθήσεται παρὰ πάντων ἐν ὑπεροχαῖς ταῖς ἀνωτάτω, καὶ τῶν ἐν ταῖς ὑποκαθημέναις ὄντων τιμαῖς, προαγορεύει λέγων· Βασιλεῖς αὐτὸν ὄψονται, καὶ ἀναστήσονται, ἐκ τῶν τῆς βασιλείας δηλονότι θώκων. Ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ. Ὄψονται δὲ οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς, ἀλλὰ γὰρ ὡς ἐν περιαθρήσει νοῦ καὶ καρδίας. Ὁρῶμεν γὰρ οὕτω τὴν δόξαν Χριστοῦ. Προσκυνήσουσι δὲ αὐτῷ ἕνεκεν Κυρίου, τοῦτ' ἔστιν, ἕνεκεν ἐμοῦ. Δοξάζεται γὰρ ὡς Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραήλ. Τὸ δὲ πιστὸς ἐν τούτοις τὸν ἀεὶ μένοντα δηλοῖ. Ἀκλόνητος γὰρ ἡ βασιλεία τοῦ Θεοῦ, καὶ Πατρός· ὁμοίως δὲ, καὶ ἡ τοῦ Υἱοῦ· οὐκ ὄντων πιστῶν τῶν ψευδωνύμων θεῶν. Εἰσὶ γὰρ ἀρτιγενεῖς, καὶ ἀπολλύμενοι, καὶ οὐ μένοντες. Ὁ δὲ τῶν ὅλων Σωτὴρ, καὶ Κύριος πιστὸς ἀληθῶς, τοῦτ' ἔστιν, εὖ βεβηκὼς ἐν ταῖς ἰδίαις ὑπεροχαῖς, καὶ ἀκλονήτως ἔχων, καὶ αὐτὸς, ἐξελέξατο τοὺς διὰ Χριστοῦ κεκλημένους. «Οὓς γὰρ ἔγνω,» φησὶ, «καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν, ἡγίασέ τε πρὸς τούτῳ, καὶ ἐδόξασεν. Ἔδει δὴ οὖν, ἔδει τοὺς ἐξειλεγμένους ἁγιάσαι τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, καὶ μὴ τοῖς τῆς ἀνθρωπότητος ἐνορῶντας ἀποσφαλῆναι τοῦ πρέποντος, καὶ τῆς ἐπ' αὐτῷ γνώσεως ἀκριβοῦς ἀποφέρεσθαι, συνιέντας δὲ μᾶλλον τῆς οἰκονομίας τὸ σοφὸν προσκυνεῖν αὐτῷ, διακεῖσθαι δὲ, καὶ ἀραρότως, ὅτι τοῦ πιστοῦ Κυρίου φύσει τε καὶ ἀληθῶς Υἱός ἐστι, καὶ εἰ πέφηνεν οἰκονομικῶς ἐν εἴδει τῷ καθ' ἡμᾶς, καὶ τὸ τῆς κενώσεως ὑπέδυ μέτρον. Προσδιαλέγεται δὲ τοῖς ἐξειλεγμένοις, καί φησιν, ὅτι Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Προέγνωστο μὲν πρὸ καταβολῆς κόσμου Χριστὸς, καὶ τὸ αὐτοῦ μυστήριον· ἐπέλαμψε δὲ κατὰ καιροὺς οὓς ἤθελεν ὁ Δυνάστης, καθ' οὓς ἡμῖν βεβοήθηκε, καὶ τὸν τῆς ἐνανθρωπήσεως καιρὸν, σωτηρίας ἡμέραν εἶναί φησιν. Οὕτω γάρ που καὶ ὁ θεσπέσιος Παῦλος· «Ἰδοὺ νῦν,»