Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1056
Not analysed yet
φησὶ, «καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.» Ψάλλει δὲ καὶ ὁ προφήτης Δαβὶδ, καί φησιν· «Αὕτη ἡ ἡμέρα ἢν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. Καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ἡ νομὴ αὐτῶν. Οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος· ἀλλ' ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς. Καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται. Οὗτοι ἀπὸ βοῤῥᾶ, καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Ἔδοξέ τισι τῶν προλαβόντων ἐξηγητῶν ἀρχὴν τοῦ προκειμένου κεφαλαίου ποιήσασθαι. Οὕτω λέγει Κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Καί φασιν εἰρῆσθαι ταυτὶ παρὰ Θεοῦ καὶ Πατρὸς τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Προσεξυφαίνουσι δὲ, καὶ τοιόνδε τινὰ νοῦν. Ηὔξατο μὲν γὰρ, φησὶ, πρὸ τοῦ τιμίου σταυροῦ, λέγων· «Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο·» καὶ οὐκ ἠκούσθη, πέπωκε γὰρ αὐτό. Ἐπειδὴ δὲ πεπάτηκε τὸν θάνατον ἀντιλαμβανομένου τοῦ Πατρὸς, εἴρηται πρὸς αὐτὸν ἀναγκαίως τὸ, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοηθησά σοι. Δοκεῖ δέ μοι πολὺ τὸ εὐπίθανον ἀῤῥωστεῖν ὁ λόγος. Καίτοι γὰρ εἰδὼς ὅτι χρὴ πιεῖν τὸ ποτήριον, καὶ οὐκ ἂν ἐξέλθοι τὸ διασωθῆναι δύνασθαι τὴν ὑπ' οὐρανὸν, πλὴν ὅτι διὰ τοῦ θανάτου τῆς σαρκὸς αὐτοῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως οἰκονομικώτατα λίαν τὸ τῆς προσευχῆς ἐπράττετο σχῆμα, ἵνα τοῦ πάθους ἡ παραίτησις τῆς τῶν Ἰουδαίων μιαιφονίας κατηγορῇ· ἐπεὶ τίνα τρόπον τοῖς τῆς εἰς αὐτὸν δυσσεβείας ἐγκλήμασιν ἔνοχος γέγονεν ὁ Ἰσραὴλ, εἰ μὴ ἀβούλητον ἦν αὐτῷ τὸ παθεῖν διά τοι τὸ δυσκλεές; πλὴν, καὶ οὕτω γέγονε θελητὸν, καὶ ἀποστῆσαι τοῦ κόσμου τὴν ἁμαρτίαν, καὶ ἀναμορφῶσαι τὰ καθ' ἡμᾶς, εἰς καινότητα ζωῆς ἁγίας. Συνιεὶς γὰρ οὕτω καὶ τὸ εἰρημένον παρ' αὐτοῦ, ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με, τοῦτ' ἔστι, τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω αὐτὸ ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Ἐπέφανε γὰρ τῷ κόσμῳ Χριστὸς, καὶ τῶν ἱερῶν ἀπήρτητο κηρυγμάτων παρὰ τοῖς ἐξ Ἰσραήλ. Ἐπειδὴ δὲ ἦσαν ἀπειθεῖς, καὶ κατεσκληκότες, ἐξήνιοι, καὶ θρασεῖς, οὐ προσήκαντο τὴν πίστιν, ἀλλ' ἡμάρτανον μὲν εἰς αὐτὴν πολυτρόπως, εἶτα τελευταῖον ἐσταύρωσαν. Ἐνταῦθα βλέπε μοι τῆς ἀποῤῥήτου σοφίας τὴν δύναμιν. Ἀπὸ γὰρ τῆς Ἰουδαίων σκαιότητος ἐπενηνεγμένον αὐτῷ, φημὶ δὴ τὸν θάνατον. Δῆλον δὲ ὅτι τὴν τῆς σαρκὸς σωτηρίας πρόφασιν ἐποιήσατο τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, κατηργήθη