Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1057
Not analysed yet
δὲ θάνατος διὰ τῆς ἀναστάσεως αὐτοῦ, καὶ πεπάτηται φθορᾷ [γρ. φθορὰ], καὶ ἀνεθάλλομεν εἰς ζωὴν, οἱ διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως κατενηνεγμένοι πρὸς τὸ ἐναντίον. Οὐκοῦν οὐκ ἀπότευξιν γενέσθαι φαμὲν ἐν τῇ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ προσευχῇ, μὴ γένοιτο, οἰκονομίαν δὲ μᾶλλον, ᾗπερ ἂν ἕποιτο τὸ θαυμάζεσθαι δεῖν. Καὶ καθ' ἕτερον δὲ τρόπον σοφὴν γενέσθαι φαμὲν τὴν ἔντευξιν τὴν πρό γέ φημι τοῦ τιμίου σταυροῦ. Γέγονε γὰρ ἡμῖν ὑποτύπωσις, καὶ ὑπογραμμὸς ἀναγκαίου πράγματος· πειρασμοῦ γὰρ ἐπηρτημένου, καὶ φόβου παραχειμάζοντος, οὐ ῥᾳθύμους εἶναι χρὴ, καὶ ἀναπεπτωκότας, ἐγρηγορότας δὲ μᾶλλον, εἶτα συντείνεσθαι εἰς προσευχὰς, καὶ Θεοῦ δεῖσθαι τοῦ σώζοντος, ἵν' εἴπερ εἴη φίλον αὐτῷ βρόχων ἔξω καὶ παγίδος ἀποφέροιμεν πόδα. Εἰ δὲ δὴ τὸ χρῆναι παθεῖν ὡς ἔσται μᾶλλον ἡμῖν ὀνησιφόρον ἐπίσταται, καὶ τοῦτο ἥκειν ἐς πέρας, αὐτοῦ νέμοντος τὴν ὑπομονήν. Ἀπιθάνου τοιγαροῦν τῆς τινων δόξης ἀποδεδειγμένης, φέρε τῶν ἐν χερσὶν ἁπτώμεθα πάλιν. Δεδωκέναι γὰρ αὐτόν φησιν εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. Ἀπολακτίσαντος γὰρ τοῦ Ἰσραὴλ, καὶ τῆς εἰς αὐτὸν ἀγάπης διὰ τῆς ἀπιστίας ἀποφοιτήσαντος, νενομοθέτηκε τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ τὴν Καινὴν αὐτοῖς Διαθήκην ὡρίσατο, τοῦτ' ἔστι, τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, καὶ κατέστησε τὴν γῆν τεθορυβημένην δηλονότι, καὶ οὐκ ἐν καλῷ συνέσεως οὖσαν. Πεπλάνητο γὰρ τῇ κτίσει λατρεύουσα, καὶ ταῖς τῶν ἀκαθάρτων πνευμάτων ἀγέλαις ὑποθητεύουσα. Ἔδρα γὰρ μόνον τὸ ἐκείνοις δοκοῦν. Οἱ δὲ κατεκόμιζον εἰς ἅπαν εἶδος ἀκαθαρσίας αὐτὴν, καὶ κτηνοπρεπῆ διαβιοῦν ἐκέλευον βίον. Τεθορύβητο τοίνυν οὐ μετρίως ἡ γῆ καὶ τετάρακτο· πλὴν κατέστη διὰ Χριστοῦ, καὶ οἷον ἐκ χειμῶνος, καὶ ζάλης μετακεχώρηκεν εἰς εὐδίαν. Γέγονε γὰρ αὐτοῦ μερίς τε καὶ κλῆρος. Καὶ τοῦτο ἦν ἄρα, τὸ ἐν δευτέρῳ ψαλμῷ πρὸς αὐτὸν εἰρημένον, ὡς ἐκ τοῦ Θεοῦ καὶ Πατρός· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ἔρημον δὲ ὀνομάζει τῶν ἐθνῶν τὴν πληθὺν, ἀκάρπῳ καὶ ἀνύδρῳ γῇ παρεικάζων αὐτήν. Πλὴν, ὡς ἔφην, κλῆρος γέγονε Χριστοῦ. Πῶς δὲ, καὶ τίνα τρόπον; Ἐν δεσμοῖς γὰρ οὖσι, καὶ σειραῖς τῶν ἰδίων ἁμαρτημάτων κατεσφιγμένοις ἐπεφώνησε τό· Ἐξέλθετε. Οὖσι δὲ καὶ ἐν σκότει, καὶ ἐν ἀχλύϊ τῇ νοητῇ, καὶ μονονουχὶ βαθείᾳ νυκτὶ κατακεχωρισμένοις, ἀνακαλυφθῆναι προστέταχε, καὶ εἰς φῶς ἐλθεῖν, ἀνευρῦναι τῆς διανοίας τοὺς ὀφθαλμοὺς, καὶ τὸ παρ' αὐτοῦ καὶ θεῖον εἰσοικίσασθαι φῶς. Οἱ δὲ δὴ τούτων ἀξιωθέντες, φησὶν, ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν. Πλεῖσται μὲν γὰρ αἱ τῆς ἐπιεικείας ὁδοὶ, ἀλλ' ἦν τοῖς ἔθνεσι βάσιμος μὲν οὐδεμία, τραχεῖα δὲ καὶ ἀνάντης. κεκράτηντο δὲ καὶ ταῖς τῶν ἰδίων παθῶν ἐμβολαῖς, καὶ ταῖς τοῦ διαβόλου πλεονεξίαις, ἄβατον αὐτοῖς τιθέντος τὸ ἀγαθόν. Ἐπειδὴ δὲ ἐπέλαμψε