Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1060
Not analysed yet
τοῦ Σωτῆρος ἡ χάρις, ἔλυσεν αὐτῶν τὰ δεσμὰ, κατεφώτισε τὴν καρδίαν, ἴσχυσαν ἐνταῦθα διὰ πάσης τρέχειν ὁδοῦ, καὶ τὴν νοητὴν εὐτροφίαν συλλέγειν· τοῦτο γὰρ, τὸ βοσκηθήσονται δηλοῖ, καὶ εἰς πᾶσαν τρίβον ἀγαθουργίας ἰέναι γοργῶς. Εἴργει δὲ οὐδὲν κἀκεῖνο εἰπεῖν, ὅτι τρίβοι καὶ ὁδοὶ τὰς ἡμετέρας διανοίας ἀποφέρουσι πρὸς Θεὸν, ἤγουν πρὸς εὐαγῆ, καὶ ἐξαίρετον πολιτείαν αἱ θεόπνευστοι Γραφαί· αὗται δὲ ἦσαν γνώριμαι μὲν ἥκιστα τοῖς πεπλανημένοις. Ἐπειδὴ δὲ πρὸς τὸ τῆς ἀληθείας κέκληνται φῶς, νομαὶ γεγόνασιν αὐταῖς, καὶ βοσκήματα τρέφοντα πρὸς εὐανδρίαν τὴν πνευματικὴν, καὶ εἰς ἔφεσιν ἀγαθοῦ παντός. Ὑπισχνεῖται δὲ Θεὸς αὐτοῖς τὸ ἀμφιλαφὲς τῆς παρ' ἑαυτοῦ χάριτος, καὶ ἐπικουρίας, καὶ πνευματικῆς παρακλήσεως. Οὐ γὰρ πεινάσουσιν, οὐδὲ διψήσουσι, φησί. Πάλαι μὲν γὰρ ἦσαν ἐν ἐνδείᾳ παρακλήσεως πνευματικῆς, οὐ γὰρ ἦν παρ' αὐτοῖς θεῖος νόμος, οὐ προφήτης, οὐ παιδαγωγὸς, οὐ καθηγητὴς, οὐ διδάσκαλος, οὐ νοητῶν ὑδάτων πηγή. Ἐπειδὴ δὲ ἠλέηνται παρὰ Θεοῦ, δαψιλεστάτη λοιπὸν αὐτοῖς ἡ τῶν πνευματικῶν ἀγαθῶν χορηγία γέγονε τροφὴν ἐσχηκόσι τὴν ψυχωφελῆ. Ἔφαγον γὰρ ἄρτον ἐξ οὐρανοῦ, ὕδωρ ζῶν ἔπιον, περὶ οὗ καὶ αὐτὸς ἔφη Χριστὸς πρὸς τὴν ἐν Σαμαρείᾳ γυναῖκα τοὺς λόγους ποιούμενος· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν. Ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Ἔφη δέ που καὶ ὁ προφήτης Ἡσαΐας περὶ τῶν ἐν πίστει δεδικαιωμένων, καὶ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ὑπαγόντων τὸν τῆς διανοίας αὐχένα· «Οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν.» Ἀλλ' οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος. Γέγονε γὰρ αὐτοῖς σκεπαστὴς ὁ Χριστός. Ὃ καὶ πάλαι τοῖς υἱοῖς Ἰσραὴλ ἐπαρτήσας μὲν ἐν ἡμέρᾳ νεφέλην, ἡγούμενος δὲ ἐν στύλῳ πυρὸς τὴν νύκτα. Ἔξω δὴ οὖν ἡλίου, καὶ καύσωνος ἔσονται, φησὶ, τοῦτ' ἔστι, τεύξονται τῆς παρὰ Θεοῦ σκέπης, ὡς μηδὲν αὐτοῖς συμβῆναι φορτίον, ἤγουν ἀποφέρων εἰς ὀλιγοψυχίαν. Τοιοῦτόν τι καὶ ὁ θεσπέσιος ἔφη Παῦλος· «Δυνατὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ, καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.» Τοῦτο οἶμαι δηλοῦν τὸ παρακαλεῖν αὐτοὺς τὸν ἐλεοῦντα αὐτοῖς. Ἄξει γὰρ διὰ πηγῶν ὑδάτων, καὶ θήσει πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. Πηγὰς δέ φαμεν ἐν τούτοις τοὺς ἁγίους προφήτας, ἀποστόλους τε καὶ εὐαγγελιστὰς, οἷς ἐνομιλοῦντες σοφῶς τε καὶ ἐντέχνως ἀρυόμεθα παρ' αὐτῶν ζωοποιόν τε καὶ θεῖον λόγον, ἀποχρώντως ἔχοντα πρὸς τὸ δύνασθαι διανευροῦν εἰς εὐσέβειαν τὰς ἡμετέρας ψυχὰς, καὶ τρυφὴν ἡμῖν ἐργάσασθαι τὴν πνευματικήν. Οὕτω γὰρ γέγραπται· «Καὶ ἀντλήσετε ὕδωρ μετ' εὐφροσύνης, ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.» Ὅτι δὲ ἄναντες, ἢ δύσβατον οὐδὲν τῶν ἐξαιρέτων ἀνδραγαθημάτων τοῖς διὰ Χριστοῦ σεσωσμένοις, ὑπεμφήνειεν ἃν τὸ πᾶν ὄρος εἰς ὁδὸν τεθεῖσθαι λέγειν. Δοκεῖ μὲν