Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1061.1
Not analysed yet
γάρ πως ἦρθαί τε καὶ ὑψοῦ, καὶ ἀπρόσιτον εἶναι πολλοῖς τὸ ἐναργῆ γενέσθαι τινὰ, οἷον ἐγκρατείᾳ, σωφροσύνῃ, μακροθυμίᾳ, ἀνεξικακίᾳ, πρᾳότητι, ἀγάπῃ καὶ τοῖς λοιποῖς· ἀλλὰ λείαν καὶ εὐήλατον πᾶσαν ἡμῖν ὁδὸν ἀπέφηνεν ὁ Σωτὴρ, ὥστε καὶ τὸ δυσπόρευτον, καὶ δυσήλατον εἶναι δοκοῦν ἐψιλωμένον προσκεῖσθαι τοῖς δι' αὐτοῦ βαδίζειν ἐθέλουσι. Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν σαφῶς εἰρημένον· «Πᾶσα φάραγξ πληρωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας.» Καὶ πάλιν· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Ὄτι δὲ ἀριθμοῦ κρείττονες οἱ κεκλημένοι γεγόνασι, καὶ ἐκ παντὸς μέρους τῆς ὑπ' οὐρανὸν συναγηγερμένοι, διαμεμήνυκεν εἰπών· Ἰδοὺ οὗτοι πόῤῥωθεν ἔρχονται, καὶ οὗτοι ἀπὸ βοῤῥᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Τὸ γὰρ πόῤῥωθεν ἔοικεν ὑποδηλοῦν τὰ μέρη τὰ νότια, ὁ δὲ βοῤῥᾶς τὰ βόρεια, θάλασσα δὲ τὰς πρὸς δυσμὰς χώρας. Οὕτω γὰρ καὶ αὐτῶν ὁ Ψαλμῳδὸς διαμνημονεύει λέγων· «Τὸν βοῤῥᾶν, καὶ τὴν θάλασσαν σὺ ἔκτισας.» Οἱ δὲ ἐκ γῆς Περσῶν εἶεν ἂν, οἱ ἐξ ἠοῦς σεσαγηνευμένοι. Πρὸς ἀκτῖνα γὰρ ἡ Περσῶν γῆ ἐστιν. Ἢ τάχα που, καὶ τοὺς προσκυνήσαντας αὐτῷ μάγους νοεῖσθαι πρέπει. Ἧκον γὰρ εἰς τὴν Ἰουδαίαν πυνθανόμενοί τε καὶ λέγοντες· «Ποῦ ἔστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ Ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.» Προσκυνήσαντες γὰρ, καὶ δώροις ἐτίμων, λιβάνῳ τε φημὶ, καὶ χρυσῷ, καὶ σμύρνῃ. Διαμέμνηται δὲ τοῦτο λέγων ὁ Ψαλμῳδὸς, περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ, ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.» Ἀραβίαν γὰρ ἐν τούτοις τὴν τῶν Περσῶν ὀνομάζει χώραν. Εὐφράνθητε, οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ. Ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. Εἰς ἕνα συγκαλεῖ θίασον, οὐρανὸν καὶ γῆν καὶ τὴν ἐπὶ τοῖς παρ' αὐτοῦ σεσωσμένοις ἀποπληροῦν ἑορτὴν εὖ μάλα διακελεύεται. Νοηθεῖεν δ' ἂν οὐρανοὶ μὲν οὐκ αὐτὸ τὸ στοιχεῖον, ἀλλ' οἱ ταῖς ἄνω μοναῖς ἐνδιαιτώμενοι, καὶ ἐναύλισμα πλουτοῦντες τὸν οὐρανὸν, ἅγιαί τε Δυνάμεις, Ἀρχαὶ, καὶ Θρόνοι, καὶ Ἐξουσίαι, καὶ τὰ ἔτι ἐπέκεινα Σεραφίμ. Γῆ δὲ ὁμοίως οἱ παρ' αὐτοῖς προσδοκῶντες ἔσεσθαι τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ παρεσόμενον εἰδότες αὐτὸν ἐπὶ λυτρώσει τῶν ἐξ Ἰσραὴλ, καὶ ἁπάντων δὲ τῶν ἐθνῶν τῶν ἀνὰ πᾶσαν ὄντων τὴν γῆν· καθάπερ ἀμέλει, καὶ Συμεὼν ὁ δίκαιος, βρέφος ἔτι βραχὺ τὸν Ἰησοῦν ἐν ἀγκάλαις ἔχων ἐδοξολόγει Θεὸν, οὕτω λέγων· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν ἐθνῶν,» καὶ τὰ ἑξῆς. Εἰ τάχα που, καὶ αὐτοὺς νοητέον τοὺς σεσωσμένους, ἐπί γε σφίσιν αὐτοῖς τελοῦντας τὴν ἑορτὴν, καὶ ταῖς καθηκούσαις δοξολογίαις στεφανοῦντας τὸν Λυτρωτήν· ὄρη γε μὴν παραῤῥηγνύντα τὴν εὐφροσύνην, ὑποτοπητέον εἶναι, καθάπερ ἔφην ἀρτίως, τὰς ἠρμένας ὑψοῦ κατ' ἀρετὴν δυνάμεις λογικὰς, ἤγουν τοὺς τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοὺς, οἱ Χριστὸν λα-