Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1064
Not analysed yet
λοῦντες, καὶ τὰ αὐτοῦ νοητῆς εὐφροσύνης πιμπλᾶσι τὴν γῆν. Ἀπαγγέλλουσι γὰρ ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. Ἠλέησε γὰρ ἅπαντας ἐπιλάμψας αὐτοῖς ὁ Χριστός· εἴπερ ἐστὶν ἀληθὲς, ἐξῄρηνται χειρὸς διαβολικῆς, καὶ δαιμονίων σκαιότητος. Ἀπηλλάχθησαν δὲ, καὶ τῆς πάλαι τυραννούσης κατ' αὐτῶν ἁμαρτίας, καὶ προσέτι τῶν τοῦ θανάτου δεσμῶν· ἠξίωνται δὲ χάριτος, καὶ ὑπερκοσμίου δωρεᾶς, μέτοχοι γεγονότες ἁγίου Πνεύματος, καὶ τῇ τῆς υἱοθεσίας δόξῃ κατηγλαϊσμένοι, καὶ τὴν ὑπὲρ νοῦν ἐλπίδα πλουτήσαντες. Πλὴν ἄθρει τὴν ἐπιτήρησιν τῶν τοῦ προφήτου λόγων· Τοὺς γὰρ ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ, φησὶ, παρεκάλεσε. Ταπεινοὺς δὲ εἶναί φαμεν τοὺς εὐήνιον ὑφέντας τῷ Χριστῷ τὸν αὐχένα, καὶ τῆς ὑπ' αὐτῷ βασιλείας, οὐκ ἀτιμάσαντας τὸν ζυγὸν, διά τοι τὸ προσήκασθαι τὴν πίστιν, ηὐτρεπίσθαι δὲ καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν αὐτῷ, καὶ λατρείαν ἐπιτελεῖν τῶν τὴν πίστιν οὐ προσηκαμένων, οὐκ ὄντων ταπεινῶν, ἀλλ' ὑψοῦ τὸ κέρας ἰόντων [γρ. ἱέντων], καὶ λαλούντων ἀδικίαν κατ' αὐτοῦ, καὶ τοῖς ἱεροῖς αὐτοῦ θεσπίσμασι, γαῦρον ὥσπερ ἀνατεινόντων τὸν τῆς διανοίας αὐχένα. Οὗτοι τῆς πνευματικῆς οὐκ ἠξίωνται παρακλήσεως. Οὐ γὰρ ἦσαν ἄξιοι. Τίς γὰρ μερὶς πιστῶν μετὰ ἀπίστων, κατὰ τὸ γεγραμμένον; Εἶπε γὰρ Σιὼν, Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου. Μὴ ἐπιλήσεται μήτηρ τοῦ παιδὸς αὐτῆς, τοῦ ἐλεῆσαι, καὶ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου. Προὔθηκε μὲν γὰρ ὁ τῶν ὅλων Σωτὴρ Κύριος, καὶ πρό γε τῶν ἄλλων τοῖς τῆς Σιὼν τέκνοις, ἤτοι τοῖς ἐξ αἵματος Ἰσραὴλ τὴν διὰ πίστεως χάριν, καὶ διὰ μυρίων ὅσων αὐτοὺς ἀνέπειθε, λέγων, Ἐπιδράξασθε τοῦ καιροῦ, καθ' ὃν ἦν δύνασθαι πιστεύσασιν εἰς αὐτὸν τὰς τοῖς πατράσιν ἐπηγγελμένας καταπλουτῆσαι φιλοτιμίας. Οἱ δὲ ἦσαν ἄτεγκτοι, καὶ ἀπειθεῖς, καὶ γοῦν τῶν διὰ τοῦ πανσόφου Μωσέως ὑπερορῶντες νόμων, καὶ προφητικῶν κηρυγμάτων ὀλίγα πεφροντικότες, καὶ τοῦ πιστεύειν ἐξώλισθον, καὶ τοῖς τῆς κυριοκτονίας ἥλωσαν βρόχοις. Οὐκοῦν ἐξώθησαν ταύτης ἕνεκα τῆς αἰτίας, καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος τέθεινται μακρὰν, πλὴν σέσωσται τὸ κατάλειμμα, καὶ οὐχ ὁλόῤῥιζος ἀπώλετο ὁ Ἰσραήλ. Βραχεῖς δὲ λίαν οἱ σεσωσμένοι γεγόνασι, καὶ εὐαρίθμητοι παντελῶς ὡς πρός γε τὴν τῶν ἀπειθούντων πληθύν. Ἀστειότατα τοίνυν ἡ Σιὼν τὸ τῆς Ἰουδαίας μητρὸς ἐπέχουσα πρόσωπον εἰσφέρεται νυνὶ μονονουχὶ, καὶ κλαιούσης ὡς παρεωραμένης παρὰ τοῦ συγκροτοῦντος Θεοῦ. Ταύτῃ τοι, καὶ ὀλιγοστῶν αὐτῇ περιλειφθέντων τέκνων. Ἔφη γὰρ, φησὶν, ὅτι Ἐγκατέλιπέ με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου. Καὶ τί πρὸς ταῦτα Θεός; Ἀπαράβλητον ἀποφαίνει τὴν εἰς ἀνθρώπους ἀγάπην, καὶ τῇ νοητῇ Θεὸς Σιὼν ἐπαγγέλλεται, τὰ ἐξ οἰκτιρμῶν ἀγαθὰ, καὶ ὡς οὐκ ἂν ἐπιλάθοιτό ποτε τῶν ἑαυτοῦ κτισμάτων πειρᾶται πληροφορεῖν. Ὥσπερ γὰρ οὐκ ἂν ἐπιλάθοιτο τεκοῦσα γυνὴ τῶν ἑαυτῆς τέκνων