Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1065
Not analysed yet
βραβευτὴν ἔχουσα τῆς ἀνωτάτω φιλανθρωπίας, ἤτουν φιλοστοργίας, τὸν τῆς φύσεως νόμον· οὕτως οὐδ' ἂν ἐγὼ ἐπιλαθοίμην, φησὶ, τῶν ἐμῶν· εἰ τάχα που καὶ τῆς ἐν μητράσι φιλοστοργίας ὑπερνήχεται τὰ τοῦ Θεοῦ ἐκεῖνα. Ὁ μὲν γὰρ οὐδὲν ἀπεικὸς, καὶ εἰς λήθην πεσεῖν δύνασθαι. Ἐμὲ δὲ τοῦτο παθεῖν οὐ θέμις. Οὐκοῦν ὁ μὲν λόγος ὡς ἀπό γε τῆς ἐπὶ γῆς Σιὼν, ἤγουν τῆς τῶν Ἰουδαίων μητρὸς παθούσης τὴν ἀπαιδίαν, ἤγουν ὀλιγοπαιδίαν· ἡ δέ γε ὑπόσχεσις ὡς πρός γε τὴν νοητήν ἐστι Σιών· ᾗ καὶ πάνσοφος Παῦλος προσεληλυθέναι φησὶ τοὺς πιστεύσαντας· ἵνα τὴν ἐξ ἐθνῶν, καὶ Ἰουδαίων συναγηγερμένην Ἐκκλησίαν ἐννοῇς, τύπον ἐπέχουσαν τῆς ἄνω, ἧς καὶ ὁ πάνσοφος Παῦλος διαμνημονεύει λέγων· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Πόλις γάρ ἐστι Θεοῦ ζῶντος, καὶ πρωτοτόκων τροφὸς, καὶ μήτηρ ἁγίων ἀπογεγραμμένων ἐν οὐρανοῖς, ἧς οὐκ ἂν ἐπιλάθοιτό ποτε Χριστός. Ἀγαπᾷ γὰρ τὴν Ἐκκλησίαν, ἣν αὐτὸς ἑαυτῷ παρέστησε, κτήσας τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ ἀποκαταλλάξας ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Πῶς οὖν ἂν ἐπιλάθοιτο τοῦ ἰδίου σώματος; τοῦτ' ἔστι, τῆς Ἐκκλησίας, ἧς ἐστι κεφαλή. Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντὸς, καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ' ὧν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐξελεύσονται ἐκ σοῦ. Δυσεύρητος κομιδῇ τῶν προκειμένων ὁ νοῦς. Ποίας γὰρ εἶναι τὰς τοῦ Θεοῦ χεῖρας ὑποτοπήσαι τις ἂν, ἐφ' ὧν καὶ γεγράφθαι τὰ τείχη Σιὼν, ἐννοεῖσθαι θέμις; Πλεισταχοῦ μὲν τὸ Γράμμα τὸ ἱερὸν χεῖρας ὀνομάζει Θεοῦ, τὰς δραστηρίους αὐτοῦ δυνάμεις, δι' ὧν εἰς τὸ εἶναι τὰ πάντα παρήνεγκεν, εἰ καὶ ἐνεργεῖ τι τῶν κατὰ γνώμην αὐτῷ· οἶον τὴν εἰς τὸ εἶναι πάροδον ἀνθρώπου παντὸς διατρανοῖ λέγων ὁ Μελῳδός· «Αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με, ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτὴν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.» Καὶ πάλιν· «Καὶ σὺ κατ' ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί.» Εἶτα πῶς ἄν τις ὑπονοήσειε ταῖς δραστηρίοις δυνάμεσι τοῦ Θεοῦ, καθάπερ ἐν πίνακι γεγράφθαι τὰ τείχη Σιὼν τῆς ἐνθάδε νοουμένης; ἢ καὶ ποίων ὅλως διαμνημονεύει τειχῶν ὁ λόγος; Τί οὖν ἄρα φαμέν; Ἀπείρξειεν ἂν οὐδὲν, ὥς γε οἶμαι, τὸν Χριστοῦ μαθητὴν, τοιοῦτόν τινα τοῖς προκειμένοις ἐφαρμόσαι νοῦν. ᾘτιᾶτο τὸν Κύριον ἡ Σιὼν, ὡς ἐπιλαθόμενον αὐτῆς. Ἀλλ' ὅτι μὴ τοῦτό ἐστιν ἀληθὲς πειρᾶται δεικνύειν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς ἀπό γε τῶν τῆς ἐνανθρωπήσεως, καὶ ὧν ὑπέμεινε δι' ἡμᾶς, γενόμενος καθ' ἡμᾶς. Καίτοι γὰρ ἐξὸν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπάρχειν αὐτὸν, οὐχ ἁρπαγμὸν ἐποιήσατο τοῦτο, καθίκετο δὲ μᾶλλον εἰς κένωσιν. Ἔλαβε δούλου μορφὴν, καὶ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἐκρεμάθη γὰρ ἐπὶ ξύλου, προσηλωθεισῶν αὐτοῦ τῶν χειρῶν. Πλὴν τὸ σωτήριον πάθος καθεῖλεν ἀρχὰς, τεθριάμβευκε κοσμοκράτορας τοῦ αἰῶ-