Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1068.1
Not analysed yet
νος τούτου, ἠλευθέρωσεν ἅπαντας τῆς τοῦ διαβόλου τυραννίδος, προσεκόμισεν ἡμᾶς τῷ Θεῷ. Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, καὶ ἐμαλακίσθη μὲν αὐτὸς, σεσώσμεθα δὲ ἡμεῖς, καὶ γέγονεν ἡμῖν τὸ αὐτοῦ πάθος ἀσφάλειά τε καὶ τεῖχος· ἠγόρασε γὰρ ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, καὶ ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς βεβοήθηκε τοῖς πειραζομένοις, ἔξω τε τῆς πόλεως ἔπαθεν, ἵνα ἁγιάσῃ τῷ ἰδίῳ αἵματι τὸν λαόν. Οὐκοῦν, ἐρῶ γὰρ καὶ αὖθις, τὸ Χριστοῦ πάθος, καὶ ὁ τίμιος σταυρὸς, καὶ ἡ προσήλωσις τῶν αὐτοῦ χειρῶν, ἀσφάλεια γέγονε, καὶ τεῖχος ἀπρόσιτόν τε καὶ ἀῤῥαγὲς τοῖς εἰς αὐτὸν πιστεύσασιν. Οὐκοῦν φαίη ἂν εἰκότως, τὸ, Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη. Νοήσεις τὴν διάτρησιν τῶν χειρῶν ἤτοι τὸ πάθος, ὡς δι' ἑνὸς τούτου καταδηλούμενον. Τὸ δὲ Ἐζωγράφησα, ἀντὶ τοῦ ἐνετύπωσα, φησί. Καὶ ἐνώπιόν μου εἶ διὰ παντός. Εἰ γὰρ πέπονθεν ὑπὲρ ἡμῶν, πῶς ἂν ἡμῶν ἐπιλάθοιτο; ἢ πῶς οὐκ ἂν εἶεν ἐν ὀφθαλμοῖς αὐτοῦ δι' οὓς προσηλώθη τῷ ξύλῳ; Εἰ δὲ δή τις βούλοιτο καὶ καθ' ἕτερον τρόπον τῇ τῶν προκειμένων ἐννοίᾳ προσβαλεῖν, οὐδὲν οἶμαι τὸ ἀπεικὸς νοῆσαί τι τοιοῦτον· ἐν ταῖς τοῦ Θεοῦ Πατρὸς χερσὶ πάντας εἶναι τοὺς εἰς Χριστὸν πιστεύσαντας, φαίη ἂν οἶμαί τις, καὶ οὐκ ἂν ἁμάρτοι τἀληθοῦς. Ἔφη γὰρ αὐτός· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, καὶ ἀκολουθοῦσί μοι. Κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.» Προσέτι καὶ τούτοις, ὡς «Οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου,» ἅτε δὴ καὶ ὑπὸ σκέπην ὄντα τὴν ἄνω, καὶ ταῖς ἄνωθεν ἐπικουρίαις εὖ μάλα πεπυργωμένα. Ὅτε τοίνυν ἅπαντας μὲν ἐν χερσὶ τοῦ Θεοῦ καὶ Πατρὸς, οἷον ἀνέχοντος ἡμᾶς, σώζοντός τε καὶ παρ' ἑαυτῷ, καὶ οὐκ ἐφιέντος ἀποκομίζεσθαί πη πρὸς ἃ μὴ θέμις, οὔτε μὴν ταῖς τῶν ἐπιβουλευόντων ὑποφέρεσθαι δυστροπίαις, ἤγουν διαβολικῆς σκαιότητος γενέσθαι θήραμα, τὸ ἀπεῖργον οὐδὲν, νοεῖν, καὶ τὰ τῆς Σιὼν τείχη, οἷον ἐζωγραφῆσθαι ταῖς ἑαυτοῦ χερσὶ, τοῦτ' ἔστιν, ἐξησκημένα πρὸς ἀστειότητα τὴν πνευματικὴν, καὶ ὡραϊσμὸν ἔχοντα τὸ ἐξ ἁπάσης ἀρετῆς εὖ μάλα διαγινώσκεσθαι. Τείχη δέ γε τῆς νοητῆς Σιὼν γενέσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, τεθειμένους εἰς τοῦτο παρὰ Θεοῦ, καὶ ἀδιάληπτον ἔχοντας παρ' αὐτῷ τὴν γνώμην. Ἐγέγραπτο γὰρ αὐτοῖς ἐν οὐρανοῖς τὰ ὀνόματα, τέθεινται δὲ καὶ ἐν βίβλῳ ζώντων. Καὶ μή τοι θαυμάσῃς, εἰ περιβόλους καὶ τείχη τῆς Ἐκκλησίας τοὺς ἁγίους εἶναί φησιν. Ἔστι μὲν γὰρ αὐτὸς τὸ τεῖχος, καὶ περιτεῖχος· Ὥσπερ δὲ . . . ὑπάρχων, καὶ ἀσφάλεια πᾶσα τῶν πιστευσάντων εἰς αὐτὸν, δέδωκε τοῖς ἁγίοις μυσταγωγοῖς ὡς ἐν ἀξιώματος τάξει λαμπροῦ, τὸ καλεῖσθαι τείχη τῆς Ἐκκλησίας αὐτοῦ. Ταχὺ δὲ, φησὶν, οἰκοδομηθήσῃ ὑφ' ὧν καθῃρέθης. Ἰουδαῖοι μὲν γὰρ, ἤγουν τῶν Ἰουδαίων, καθηγηταὶ, τὴν ἐπίγειον Σιὼν, ἤτοι τὴν ἑαυτῶν μητέρα καθεῖλον, ἀποφέροντες αὐτὴν τοῦ Χριστοῦ, καὶ ἀπαράδεκτον ποιεῖσθαι τὴν πίστιν διδάσκοντες. Ἔφασκον γάρ· «Ἡμεῖς οἴδαμεν ὅτι