Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1069
Not analysed yet
Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί.» Διελάσαντες δὲ εἰς λῆξιν τοῦ παντὸς κακοῦ, καὶ ἀνελόντες τὸν κληρονόμον, παραίτιοι γεγόνασι τοῦ πεσεῖν αὐτήν. Ἀλλ' ὥσπερ Ἰουδαῖοι καθεῖλον, οὕτω πάλιν Ἰουδαῖοι ὄντες οἱ θεσπέσιοι μαθηταὶ, ἤγειραν αὐτὴν μεταβαλοῦσαν δηλονότι, οὐ μείνασαν ὅπερ ἦν, τοῦτ' ἔστιν, ἀπειθῆ, καὶ Κυριοκτόνον, ἀλλ' ἐν πίστει διαπρέπουσαν, δῆλον δὲ ὅτι τῇ ἐν Χριστῷ. Οἱ δὲ ἐρημώσαντες αὐτὴν ἐξῆλθον ἀπ' αὐτῆς. Ἐκβέβληντο γὰρ οἱ πρῶτοι καθηγηταὶ, καὶ ἀντέστησαν ἕτεροι, ὧν καὶ ἀρτίως διεμνημονεύσαμεν· οὐ γὰρ ἦν ἑτέρως μεταβαλεῖν αὐτὴν, καὶ ἀγαπῆσαι Χριστὸν, καὶ τῆς τοῦ νόμου σκιᾶς ἀνθελέσθαι σκιὰν, εἰ μὴ τοῦ καθηγεῖσθαι παρανόμως αὐτῆς ἐξώσθησαν μὲν οἱ πρῶτοι, ἀντεγήγερται δὲ τῶν ἁγίων μυσταγωγῶν ὁ χορὸς, ὧν καὶ ὁ θεσπέσιος Δαβὶδ ἀρίστην ποιεῖται μνήμην, ψάλλων που, καὶ λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· «Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.» Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας. Ἰδοὺ συνήλθοσαν, καὶ ἤλθοσαν πρὸς σέ. Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ, καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης. Διὰ πάσης ἁγίας καὶ θεοπνεύστου Γραφῆς διηγόρευται σαφῶς, ὅτι μερὶς καὶ κλῆρός ἐστι Χριστοῦ τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἢ τοῖς τέκνοις τῆς ἐπιγείου Σιὼν, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. «Ἐπιστρέψουσι γὰρ,» φησὶ, «πρὸς Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν.» Καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν. Παρεισβέβληκε μὲν γὰρ, ἀπειθησάντων αὐτῶν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἣν καὶ νοητὴν Σιὼν εἶναί φαμεν. Κεκλήσονται δὲ κἀκεῖνοι, ἔσονται μία ποίμνη, εἷς ποιμὴν, ὥστε μηκέτι δύο Σιὼν ὀνομάζεσθαι, ἄμφω δὲ εἰς μίαν Ἐκκλησίαν τελεῖν, ἑνὸς τοῦ πάντων ἀρχιποίμενος ὑπὸ χεῖρα γεγενημένους. Ὅτι δὲ πάντη τε καὶ πάντως ἔσται ταῦτα, πληροφορεῖ λέγων πρὸς τὴν τῶν Ἰουδαίων μητέρα· Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάντας. Ἰδοὺ συνήχθησαν, καὶ ἤλθοσαν πρὸς σέ. Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ, καὶ περιθήσῃ ὡς κόσμον νύμφης. Κατεσκεδάσθησαν μὲν γὰρ ὡς οὐκέτι ποιμένος ὑφεστηκότος αὐτοῖς. Εἴρηται γάρ που δι' ἑνὸς τῶν ἁγίων προφητῶν, ὡς ἐκ προσώπου Χριστοῦ· Καὶ εἶπα, Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα. Ἐσθιέτω ἕκαστος τὴν σάρκα τοῦ πλησίον αὐτοῦ. Τὸ γὰρ ὅλως ἐκπεπτωκὸς τῆς παρὰ Θεοῦ φειδοῦς καὶ ἀγάπης, ὁποῖον ἂν οὐ πάθοι τὸ βλάβος; Προσκείσονται γὰρ τοῖς ἐθέλουσι διασπᾷν, καὶ ἀποφέρειν αὐτοὺς οἷπερ ἂν ἑκάστῳ τῶν ἀδικούντων δοκεῖ. Ἀποκομίζουσι δὲ Θεοῦ, καὶ πονηροὶ, καὶ ἀλητήριοι δαίμονες. Γέγραπται γὰρ, ὅτι «Μερίδες ἀλωπέκων ἔσονται.» Δρῶσι δὲ τοῦτο, καὶ τὰ πολύτροπά τε καὶ ἐν ἡμῖν ὄντα πάθη. Δεδόσθαι γάρ φησιν ὁ πάνσοφος Παῦλός τινας εἰς πάθη ἀτιμίας, καὶ εἰς ἀδόκιμον νοῦν. Τί οὖν ἐν