Ancient Greek · ~9 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1072
Not analysed yet
τούτοις ὁ θεῖος ὑπισχνεῖται λόγος; Κλῆσιν καὶ συγκομιδὴν τῶν κατεσκεδασμένων, καὶ τὴν ἐν πνεύματι τῶν ἀπολωλότων ἐπιστροφὴν, καὶ τὴν τῶν δραπετευσάντων ἐπάνοδον, ἐπιστροφήν τε καὶ ἐγρηγόρησιν, καὶ τῆς εἰς Χριστὸν ἀγάπης τὰ γέρα. Περίβλεψαι γὰρ, φησὶ, καὶ ἄθρει τοὺς ἅπαντας. Ἰδοὺ συνήχθησαν πρὸς σέ. Ἵνα δὲ πιστὴν ἀποφανῇ τὴν ὑπόσχεσιν, ὅρκῳ βεβαιοῖ τὸ ῥηθὲν, καί φησι· Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσω εἰς κόσμον νύμφης. Κόσμημα γὰρ ἐκκλησιῶν τὸ σύστημα. Διὰ γάρ τοι τοῦτο τὴν Ἐκκλησίαν ἱματισμῷ διαχρύσῳ καὶ πεποικιλμένῳ κατακοσμεῖν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ· ὅνπερ γὰρ αἱ πολυειδεῖς καὶ πολυτελέστατοι τῶν λίθων, φημὶ δὴ τῶν Ἰνδικῶν, χρυσοῖς κανόσιν ἐνισχημέναι, θαυμαστόν τι καὶ ἀξιοθέατον ἐπιτελοῦσι κόσμημα· οὕτω καὶ αἱ τῶν ἁγίων ψυχαὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν ἐξωραϊσμέναι, φαιδρὸν ἀποστίλβουσι κάλλος τοῖς τῆς Θεότητος ὀφθαλμοῖς, ὥστε καὶ ἕκαστον εὐχαριστοῦντα τῷ Χριστῷ λέγειν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης ὡς νυμφίῳ περιέθηκέ μοι κόσμον, καὶ ὡς νύμφῃ περιέθηκέ μοι μίτραν. Ὅτι τὰ ἔρημά σου, καὶ τὰ διεστραμμένα, καὶ τὰ πεπτωκότα, νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. Ἐροῦσι γὰρ εἰς ὦτά σου οἱ υἱοί σου, οὓς ἀπολώλεκας· Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον, ἵνα κατοικήσω. Καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου· Τίς ἐγέννησέ μοι τούτους; Ἐγὼ δὲ ἄτεκνος, καὶ χήρα. Τούτους δὲ τίς ἐξέθρεψέ μοι; Ἐγὼ δὲ κατελείφθην μόνη. Οὗτοι δέ μοι ποῦ ἦσαν; Ὡς ἐκ τῶν ἐν ὄψει καὶ ἐμφανεστέρων πραγμάτων ἐξυφαίνει καὶ νῦν τοῦ λόγου τὸ σχῆμα· ἀπιστήσαντος μὲν τοῦ Ἰσραὴλ, καὶ αὐτῷ τὰς χεῖρας ἐπενεγκόντος Χριστῷ, πεπόρθηται πᾶσα τῶν Ἰουδαίων ἡ χώρα, ἐνεπρήσθη δὲ τοῖς Ἱεροσολύμοις ὁμοῦ, καὶ αὐτὸς ὁ νεὼς, καὶ τοσαύτη λειψανδρία κατέσχε τὴν Ἰουδαίαν, ὥστε τὸν μακάριον προφήτην Ἡσαΐαν αἰνιγματωδῶς αὐτὸ δὴ τουτὶ καταμηνῦσαι πλεισταχοῦ. Ἔφη γὰρ, ὅτι «Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς, λέγουσαι, Τὸν ἄρτον ἡμῶν φαγώμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλλώμεθα, πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ' ἡμᾶς. Ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.» Εἴρηται μὲν γὰρ διὰ τοῦ νόμου, τὸ «Οὐκ ἔσται ἄγονος, οὐδὲ στεῖρα ἐν υἱοῖς Ἰσραήλ.» Οἱ δὲ τῆς ἀπαιδίας οὐ φορητὸν ἐποιοῦντο τὸν ὀνειδισμόν. Ὡς οὖν τοῦ πολέμου δαπανήσαντος ἅπαν τὸ ἄρσεν γένος, καὶ εὐαριθμήτων παντελῶς ὑπολελειμμένων, ἑπτὰ γυναῖκας ἔφη δεχθήσεσθαι ἑνὸς ἀνδρὸς, ὥστε ἀφελεῖν αὐτῶν τὸν ὀνειδισμὸν, τοῦτ' ἔστι, τὴν ἀπαιδίαν. Ἐπειδὴ δὲ φορτικὸν ἀρέσαι γυναιξὶν ἑπτὰ τὸν