Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1073
Not analysed yet
ἔνα, τὸν ἑαυτῶν ἄρτον ἐσθίειν ἐπαγγέλλονται, καὶ τὰ ἑαυτῶν ἱμάτια περιβάλλεσθαι, ὡς οὐδενὸς ὅλως δεηθησόμεναι τῶν παρ' αὐτοῦ. Δεδιέναι γὰρ μόνον διεβεβαιοῦντο τὸν τῆς ἀπαιδίας ὀνειδισμὸν, ὡς ἔφην. Ὡς οὖν εἰς ἐρημίαν παντελῆ καταστάσης αὐτῶν τῆς χώρας, λύσιν ὑπισχνεῖται τοῦ συμβεβηκότος, καὶ τὰ ἔρημα, καὶ τὰ πεπτωκότα στενοχωρήσεσθαί φησιν ἀπὸ τῶν κατοικούντων. Μακρυνθέντων δηλονότι τῶν καταπιόντων αὐτὴν, δῆλον δὲ ὅτι τῶν καθηγεῖσθαι λαχόντων· οἳ μονονουχὶ καθάπερ τινὲς θῆρες ὠλόθρευσαν, καὶ κατέπιον αὐτήν. Διαδείκνυσι δὲ τὴν τῶν κληθησομένων πληθὺν, ὡς πολλή τε εἴη, καὶ ἀναρίθμητος. Οἱ γὰρ υἱοί σου, φησὶν, οὓς ἀπολώλεκας, ἐροῦσιν εἰς τὰ ὦτά σου, Ποίησόν μοι τόπον. Εἴρηται δέ που καὶ πρὸς τὴν νοητὴν Σιών· «Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαίων σου πῆξον. Μὴ φείσῃ, ἔτι εἰς τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ ἐκπέτασον.» Ἀνέγνωμεν δὲ καὶ ἐν τοῖς Μωσέως βίβλοις, ὅτι περὶ τὴν ἐν τῇ ἐρήμῳ σκηνὴν, διά γέ φημι τῶν δέῤῥεων ἀποτελεσθεῖσαν, εὐρεῖαι καὶ εὐμήκεις ἐτάχθησαν αὐλαὶ, τοῦτο μὲν εἰς ἠῶ καὶ ἀκτῖνα βλέπουσαι, τοῦτο δὲ καὶ εἰς δύσιν κατόπιν τῆς σκηνῆς, ναὶ μὴν εἰς βοῤῥᾶν καὶ νότον, ὑπεμφαίνοντος τοῦ τύπου τὸ ἐσόμενον κατὰ καιροὺς τῶν ἱερῶν αὐλῶν, ἤτοι τῶν ἐκκλησιῶν, πλάτος τε καὶ μῆκος. Πλὴν καὶ οὕτως πλεοναζούσης ἀεὶ τῆς χάριτος τῆς παρὰ Χριστοῦ, στενοὶ τοῖς πιστεύσασιν οἱ τόποι πανταχοῦ, ὥστε καὶ χαίρουσαν τὴν Ἐκκλησίαν, ἥτις ἐστὶ νοητὴ Σιὼν, ἀναλογίσασθαι, καὶ καθ' ἑαυτὴν βοᾷν· Τίς ἐγέννησέ μοι τούτους; Ἐγὼ δὲ φαίην ἂν, ὅτι πίστις ἡ ἐν Χριστῷ. Δι' αὐτῆς γὰρ ἄτεκνος οὖσα καὶ χήρα, πολλὴ γέγονας ἐν τέκνοις· αὕτη σοι τοὺς σοὺς ἐξέθρεψε λαοὺς, καὶ ἡ πάλαι καταληφθεῖσα μόνη, πεπλούτηκας ἀδοκήτως, καὶ πολύπαις ὤφθης, ἡ πάλαι γυμνὴ καὶ μόνη. Οὔτω λέγει Κύριος· Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ' ὤμων ἀροῦσι. Καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι τροφοί σου ἐπὶ πρόσωπον τῆς γῆς. Καὶ προσκυνήσουσί σοι, καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι. Καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, καὶ οὐκ αἰσχυνθήσῃ οὔτε μὴν ἐντραπήσῃ. Ἐπαγγειλάμενος τῇ Σιὼν ὡς πολύπαις ἕσται καὶ εὔπαις, καὶ εἰς τοῦτο πληθύος ἥξουσι τὰ τέκνα αὐτῆς, ὥστε καὶ εὐρυτέρων ἢ πάλαι δεῖσθαι τόπων, καὶ ἐκπλατύνεσθαι παρακαλεῖν τὴν σκηνὴν, καταδείκνυσιν εὐθὺς ὅτι μὴ μᾶλλον ἐξ Ἰσραὴλ, ἀλλ' ἐκ τῆς τῶν ἐθνῶν ἀγέλης ἡ τῶν ἐπηγγελμένων αὐτῇ τέκνων ἀναφαίνεται πληθύς. Ἀληθὲς δὲ τὸ χρῆμα, καὶ δι' αὐτῶν ἕστιν ἰδεῖν τῶν πραγμάτων. Σέσωσται μὲν γὰρ τὸ κατάλειμμα τῶν ἐξ Ἰσραήλ· βραχὺ δὲ τοῦτο, καὶ εὐαρίθμητον· σεσαγήνευται δὲ διὰ πίστεως τῆς ἐν Χριστῷ ἡ ὑπ' οὐρανὸν, καὶ τῶν ἀποστολικῶν τε καὶ εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις προσεκόμισεν αὐτῷ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν. Ὅτι τοίνυν ἔσται τοῦτο, διαδείκνυσιν εἰπών· Ἰδοὺ ἐγὼ αἴρω εἰς