Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1076.1
Not analysed yet
τὰ ἔθνη τὴν χεῖρά μου. Σημαίνει δὲ τὸ Αἴρω, τὸ ὑψῶ, καὶ ἐπαίρω. Ἡ δέ γε χεὶρ τὴν ἰσχὺν ἤτοι τὴν δύναμιν ὑπεμφήνειεν ἄν. Ὅτε γὰρ τοῖς ἔθνεσιν ἐγνωρίσθη Χριστὸς διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων, ὑψηλός τε γέγονε καὶ διαπρεπὴς δι' ὧν εἴργασται θαυμάτων, καὶ διὰ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν, ὅτε τὸ σύσσημον τοῦ τιμίου σταυροῦ παρεδείχθη, καὶ παρὰ τοῖς οὐκ εἰδόσι ποτὲ τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, τότε πεπλούτηκε Σιὼν τὴν πολυπαιδίαν, τότε δρομαῖοι πανταχόθεν ἀφίκοντο πρὸς αὐτὴν προτροπάδην, ἀλλήλοις ἐπιφωνοῦντες, καὶ λέγοντες· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελοῦσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.» Ὅτι δὲ τοῖς εἰς τὸν οἶκον ἰοῦσι τὸν θεῖον, ἄναντες ἢ τραχὺ ἤγουν ἐμποδὼν ἔσται παντελῶς οὐδὲν, διαδείκνυσι λέγων· Ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ' ὤμων ἀροῦσι. Παιδοκόμοι γὰρ ὥσπερ τοῖς ἐξ ἐθνῶν γεγόνασιν οἱ μακάριοι μαθηταὶ, καὶ οἱ μετ' ἐκείνους ἔτι τὸν τῆς ἱερᾶς μυσταγωγίας προϊσχόμενοι λόγον, καὶ προεστῶτες Ἐκκλησιῶν. Τοὺς γάρ τοι προσιόντας τῇ πίστει μονονουχὶ, καὶ ἐν κόλποις αἴρουσι, καὶ εἰς ὤμους ἀνατιθέμενοι φέρουσι, μοχθηρὸν οὐδὲν ἐπιτάττοντες, ἀλλ' οἷον γάλακτι τρέφοντες νηπιοπρεπῶς, καὶ τὸν ἁπλοῦν αὐτοῖς καὶ εὐσύνοπτον κομιδῆ τῆς κατηχήσεως παρατιθέντες λόγον. Τοῦτο πάλιν αὐτὸς ἡμᾶς ὁ προφήτης Ἡσαΐας ἐδίδαξεν εἰπὼν ἑτέρωθί που· «Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς εὐσεβῶν.» Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις. Εἰσκεκόμικε δὲ καὶ τὸν θεσπέσιον, καὶ Βαπτιστὴν βοῶντα, καὶ λέγοντα· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας.» Ὅτι τοίνυν ἱδρῶτος δίχα παντὸς, ὡς ἐπὶ μητέρα τὴν Σιὼν ἰέναι προθυμουμένοις, ἡ διὰ πίστεως ἄφιξις ἔσται, τὸ εἰς κόλπους ἀναλαμβάνεσθαι, καὶ ἐπ' ὤμων αἴρεσθαι τούς τε υἱοὺς αὐτῆς καὶ μέντοι τὰς θυγατέρας, ὑπεμφήνειεν ἄν. Ὅτι δὲ καὶ τιμῆς τῆς ἀνωτάτω, δόξης τε καὶ εὐπαθείας ἔσονται μεστοὶ, προσαποφαίνει λέγων ὡς Ἔσονται μὲν βασιλεῖς αὐτῶν τιθηνοὶ, αἱ δὲ ἄρχουσαι τροφοί. Ἔστι γὰρ, ἔστιν ἰδεῖν καὶ διὰ τῆς τῶν κρατούντων εὐσεβείας θεραπευομένους διὰ τιμῆς τοὺς εἰς Χριστὸν πιστεύσαντας, καὶ φειδοῦς ἁπάσης ἠξιωμένους, ὥστε καὶ δοκεῖν τροφέας αὐτῶν εἶναι μᾶλλον, καὶ ἕτερον οὐδέν. Εἰ γὰρ πίπτουσιν ἐπὶ πρόσωπον, καὶ προσκυνήσουσι τὴν Σιὼν, τοῦτ' ἔστι, τὴν Ἐκκλησίαν, καὶ οἷον ἀποτεταμέναις χερσὶν εἰς γῆν ἐῤῥιμμένοι, μονονουχὶ καὶ λείχουσι τὸν χοῦν τῶν ποδῶν αὐτῆς· πῶς οὐκ ἂν ἀμφίβολον εἴη ἂν, ὅτι γνώμης εἰς τοῦτο προβεβηκότες, καὶ τῇ τῆς εὐσεβείας χάριτι κατηγλαϊσμένοι, προσθεῖεν ἂν τοῖς ἑαυτῶν ἐπιτηδεύμασι καὶ τὸ χρῆναι τιμᾷν τοὺς ἐξειλεγμένους, καὶ οἵπερ ἂν εἰς Χριστὸν πιστεύσειαν, τούτους ἐν τάξει καταλογιοῦνται τέκνων; Οὗ δὴ γεγονότος οὐχ ὡς ἄτεκνος ἔτι καὶ χήρα καταισχυνθήσεται ἡ τό γε ἧκον εἰς Ἰουδαίους ἀτεκνωθεῖσα Σιὼν, ἀλλ' ἔσται δόξῃ κατεστεμμένη. Μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; Καὶ ἐὰν αἰχμαλωτεύσῃ ἀδίκως τις, σωθήσεται;