Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1077
Not analysed yet
Ἐρώτησιν μὲν ὑποπλάττεται τὸ σχῆμα τοῦ λόγου, πλὴν ἀπαιτεῖ τὴν σύνεσιν. Ὁ δέ γε τῶν προκειμένων νοῦς τοιοῦτός ἐστί τις· Κατείληπτο μὲν γὰρ ἡ ὑπ' οὐρανὸν ὑπό τε τοῦ διαβόλου καὶ τῆς τῶν δαιμονίων ἀγέλης· οὐκ ἦν ἐπὶ τῆς γῆς ὁ τῆς ἐκείνων σκαιότητος τὴν τυραννίδα διαφυγών. Οὐ γὰρ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλ' ἓν κατὰ πάντων τὸ τῆς ἁμαρτίας τετάνυστο λῖνον, σκότος δὲ καὶ ἀχλὺς ταῖς ἁπάντων καρδίαις ἐνσκήψασα, ἀπεκόμισέ τε τοῦ εἰδέναι τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, προσνενέμηκε δὲ τοῖς κεκρατηκόσι. Προσεκύνουν γοῦν, οἱ μὲν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ τοῖς τοῦ κόσμου στοιχείοις, οἱ δὲ καὶ αὐτοῖς λελατρεύκασι τοῖς τὴν ἀφόρητον ἐπιτιθεῖσι πλεονεξίαν. Γεγόνασι τοίνυν ὡς ὑπὸ τυράννῳ σκληρῷ δορύληπτοι, καὶ αἰχμάλωτοι, καὶ τό γε ἧκον εἰς τὸν ἐνόντα νοῦν, τῷ χειρωσαμένῳ. Ἀλλ' οὐδεὶς ἦν ὅλως ὁ ἐπαμῦναι δυνάμενος τοῖς ἠδικημένοις. Ἔφη γοῦν εἰς ἀσχέτους ὑποψίας ἀναφυσώμενος, ὅτι Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν, καὶ ὡς ὠὰ καταλελειμμένα ἀρῶ, καὶ οὐκ ἔστι ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. Τοιαύτην ἔχοντος τοῦ διαβόλου κατὰ τῶν ἐπὶ γῆς τὴν ὀφρῦν, διαπυνθάνεται, καί φησιν ὁ Σωτὴρ, Μὴ λήψεταί τις παρὰ γίγαντος σκύλα; ὃ δυσχερές φησι, καὶ δυσήνυτον, νικῆσαι τὸν ἰσχυρὸν, γίγαντα γὰρ ἐν τούτοις τὸν ἰσχυρὸν ὀνομάζει, καὶ σκύλα λαβεῖν παρ' αὐτοῦ. Εἶτα πῶς τοῦτο ἀμφίβολον; Δυσάντητοι γὰρ οἱ τοιοίδε λίαν, καὶ οὐ τοῖς ἐθέλουσιν εὐκαταγώνιστοι, μόνοις δὲ μᾶλλον ἁλώσιμοι τοῖς ὑπερτενῆ καὶ ἄμαχον αἴρειν κατ' αὐτῶν ἰσχύουσι χεῖρα. Ἀλλ' ἐγὼ, φησὶ, λήψομαι, καὶ ἀπαλλάξω τοὺς ἠδικημένους, καὶ τὸν τῆς δουλείας αὐτῶν ἀποῤῥήξας ζυγὸν, τῇ τῆς ἐλευθερίας χάριτι λαμπροὺς ἀποφανῶ. Πλὴν ὅτι δικαία ψῆφος τοῦ Θεοῦ σκυλεύσει τὸν Σατανᾶν, καὶ τῶν εἰς ἡμᾶς πεπλημμελημένων ἐξαιτήσειε δίκας τὸν ἀλιτήριον, πιστώσεται προσεπενεγκὼν, Καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται. Ὡς ἐν ἐρωτήσει πάλιν καὶ ὑποστιγμῇ τὸν στίχον ἐκδεξόμεθα. Ὁ γὰρ ἀδίκως ἐπιπηδῶν τοῖς ἠδικηκόσιν οὐδὲν, εἶτα τούτους αἰχμαλώτους ἑλὼν, καὶ ταλαιπωρίαις ἀφύκτοις ἐμβαλὼν, οὐ σωθήσεται, εἰσπραχθήσεται δὲ μᾶλλον τῶν αὐτῷ τετολμημένων τὰς δίκας. Οὐκοῦν ἀνήσει μὲν τοὺς ἐν τάξει σκύλων, ἤγουν δορυκτήτων ὑπ' αὐτῶν γεγονότας, προσοφλήσει δὲ καὶ τῶν ὑπ' αὐτοὺς οὐκ ἐν δίκῃ γεγονότων τοὺς λόγους. Τοιοῦτον καὶ ἑτέρωθί πού φησιν· Ὃν τρόπον ἱμάτιον πεφυρμένον ἐν αἵματι οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον. Προσαναμνήσει δέ τις τοὺς ἐντευξομένους τῇδε τῇ συγγραφῇ, ὡς καὶ αὐτὸς ὁ Σωτὴρ εὑρίσκεταί τι τοιοῦτον εἰπὼν ἐν τοῖς εὐαγγελικοῖς θεσπίσμασιν· «Ἢ πῶς δύναταί τις,» φησὶν, «εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσει σκεύη αὐτοῦ;» Οἶκον μὲν γὰρ ἰσχυροῦ, τοῦτ' ἔστι, τοῦ Σατανᾶ, τὸν περίγειον χῶρον ἔφη, καὶ