Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.109
Not analysed yet
νοις. Ἀληθὲς οὖν ὅτι, οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ· ὥσπερ γὰρ προσεκόμισαν Πιλάτῳ τὸν Ἰησοῦν, καὶ ταῖς τῶν στρατιωτῶν ἀτιθάσσοις ὀργαῖς, οὕτω καὶ αὐτοὶ παραδοθήσονται, φησὶ, ταῖς Ῥωμαίων στρατιαῖς. Καὶ δὴ τοῦτο λέγοντα σαφῶς καὶ διὰ φωνῆς Ἰεζεχιὴλ εὑρήσομεν. Εἴρηται γὰρ πρὸς τὴν ἀνοσίαν καὶ κυριοκτόνον Ἱερουσαλήμ· Καθὼς ἐποίησας, οὕτως ἔσται σοι. Τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου. ΛΟΓΟΣ Γʹ Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. Ὅτι παντὸς ἀγαθοῦ νοσήσει τὴν ἐρημίαν ἡ τῶν Ἰουδαίων χώρα, διαφανέστατα καὶ μάλα σαφῶς προεξηγησάμενος, καὶ τὸ τί συμβήσεται τοῖς εἰς Χριστὸν πεπαρῳνηκόσιν διειπὼν, προαναπείθει πάλιν ἀποσχέσθαι τῶν πλημμελημάτων, καὶ τοῖς ἐξ ἡμερότητος λόγοις μονονουχὶ καταγοητεύει χρησίμως, μεθιστὰς ἐπὶ τὸ ἄμεινον, καὶ τοὺς ἁπάντων αὐτοῖς κακῶν γεγονότας αἰτίους παραιτεῖσθαι διδάσκων. Οὐ γὰρ οἶμαι δεῖν τοῖς καθηγεῖσθαι λαχοῦσιν ὑποκεῖσθαι φιλεῖν, κἂν εἰ μή τι τῶν ὅσα ἐστὶ τελούντων πρὸς ὄνησιν ἐπιχειρῶσι διδάσκειν, μήτε μὴν . . . οιεν διαβολῆς ἀξιοῦν τὸ ἐν μοίρᾳ τετάχθαι φαυλότητος δικαίως ἂν εἶναι πεπιστευμένον. Ἀρετὴ γὰρ διδασκάλου τὸ ἀποκομίζειν δύνασθαι πρὸς ἀκριβῆ τοῦ συμφέροντος εἴδησιν τοὺς παιδαγωγουμένους, κατακιβδηλεύειν δὲ τὸ κατασίνεσθαι πεφυκὸς, καὶ παραιτεῖσθαι κελεύειν τὸ ἀδικεῖν εἰωθός. Ἐπαίνου δ' ἂν εἶεν ἄξιοι παντὸς καὶ οἱ τελοῦντες ἐν μαθηταῖς, εἰ μὴ ταῖς δόξαις τῶν διδασκόντων ἐνορῷεν ἁπλῶς, ἀλλὰ τῇ τῶν πραγμάτων φύσει, καὶ θαυμάζουσι μὲν τοὺς διδάσκοντας, εἴπερ τινὲς εἶεν ὀρθοὶ καὶ ἐπιστήμονες, καὶ τῶν ἀρίστων εἰσηγηταὶ, καταψέγωσι δὲ τοὺς οἷσπερ ἂν εἴη μὴ τοιοῦτος ὁ σκοπός. Κατανέμουσι μὲν γάρ τινες ἐν ὄρεσι καὶ νάπαις τὰς ὀΐων ἀγέλας· ἀλλ' εἰ παρακέοιτο τοῖς θρέμμασι βόθρος, ἤγουν ὁρῶν ὁ κρημνὸς, περιφοιτᾷ τὰ πρόβατα, καὶ οὐ καθίησιν ἑαυτὰ πρὸς θάνατον· παιδαγωγεῖται γὰρ ὥσπερ δι' ἐμφύτου νόμου, πρὸς τὸ χρῆναι τῆς ἑαυτῶν φείδεσθαι ζωῆς. Εἶτα πῶς οὐκ ἄτοπον, εἰ μὲν τοῖς ἀλόγοις ζώοις τοῦτο φαίνεσθαι κρατοῦν, ἐν δὲ ἡμῖν αὐτοῖς, καίτοι λογικοῖς ὑπάρχουσι, τὴν τοῦ χρησίμου καὶ ἀναγκαίου πρὸς ζωὴν οὐκ εἶναι γνῶσιν. Χρὴ τοιγαροῦν κἂν εἴ τινες ἡμᾶς τῶν εἰς διδασκάλους, καὶ καθηγητὰς τεταγμένων ἐφ' ἃ μὴ προσῆκεν ἀποκομίζειν ἕλοιντο, μὴ ἁπλῶς ἀνέχεσθαι φιλεῖν, μηδὲ μὴν ἀκατασκέπτως ἕπεσθαι πρὸς τὸ αὐτοῖς δοκοῦν, ἀλλὰ δοκιμάζειν ἕκαστα τῶν πρακτέων. Ο. . . χωρεῖν ἐπὶ τὸ ὅτι μάλιστα τῶν ὠφελεῖν εἰωθότων. Ἦσαν τοίνυν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τοῦτ' ἔστιν, οἱ Γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, δεινοὶ πρὸς τὸ χρῆναι τοὺς τῶν χρημάτων ἐρανίζεσθαι πορισμοὺς, καὶ τὰς ἐκ τῶν λαῶν συγκομίζειν δωροφορίας, ἀπαρχὰς, δεκάτας, καὶ ὅσα τοῖς ἱερᾶσθαι λαχοῦσιν ὁ νόμος εἰς κλῆρον ἐδίδου. Σκοπὸς δὲ ἦν αὐτοῖς, καὶ διὰ πάσης τέθειτο σπουδῆς τὸ ἀναπείθειν