Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1089
Not analysed yet
πῶς οὐκ ἂν ὀφείλει γέλωτα, μᾶλλον δὲ δυσσεβείας ὑπομεῖναι γραφὴν, εἴπερ τις ἕλοιτο φρονεῖν τε καὶ λέγειν, οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. Ἔθηκέ με πρωΐ· προσέθηκέ μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. Οὐκ ἀπίθανον εἴη ἂν, μᾶλλον δὲ τοῖς τῆς ὀρθότητος λόγοις οὐκ ἀπεοικὸς, τὸ ἐφαρμῶσαι τῷ χορῷ τῶν ἁγίων ἀποστόλων τὰς προκειμένας φωνὰς, ἤγουν ἄπασι τοῖς πιστεύσασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ σεσοφισμένοις διὰ τοῦ πνεύματος, καὶ τὸν παρ' αὐτοῦ φωτισμὸν εἰς νοῦν, καὶ διάνοιαν ἐσχηκόσιν ἀμφιλαφῶς, οἳ καὶ ἐν μεθέξει γεγόνασι θείων χαρισμάτων, καὶ τῆς θεοπνεύστου Γραφῆς τὸ βάθος, καθαροῖς διανοίας ὄμμασιν ἴσχυσαν κατιδεῖν, εἴσω τε γεγόνασιν εὐζωΐας εὐαγγελικῆς εὐτεχνίας, καὶ συνέσεως ἁγιοπρεποῦς. Οὗτοι δὴ οὖν χαριστηρίους ᾠδὰς ἀνατείνοντες δεδόσθαι φασὶν ἐν ἑαυτοῖς γλῶσσαν παιδείας, τοῦτ' ἔστι, τὸ εὐπαιδεύτως δύνασθαι λαλεῖν, καὶ ἀνεπιπλήκτως τὰ θεῖα διατρανοῦν μυστήρια, πηνίκα τε καὶ ὅπως προσήκει κεχρῆσθαι τοῖς τῆς παρακλήσεως λόγοις. Ὃ δὴ καὶ ἔπραττον οἱ θεσπέσιοι μαθηταὶ κατασωρεύσαντες μὲν εἰς νοῦν, καὶ καρδίαν, ὑγιᾶ καὶ ἀμώμητον τὴν τῆς εἰς Χριστὸν πίστεως γνῶσιν, ἑκάστῳ γε μὴν τῶν προσιόντων τοῖς θείοις κηρύγμασι τὸν αὐτῷ πρέποντα καὶ κατάλληλον προϊσχόμενοι λόγον. Τοῖς μὲν γὰρ ἔτι νηπίοις οἷον ἐν τάξει γάλακτος τὸν τῆς ἁπλῆς κατηχήσεως εὖ μάλα προσάγονται λόγον, τοῖς γε μὴν εἰς ἄνδρα τέλειον καταντήσασιν, ἀφιγμένοις δὲ καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ τὸν στερεὸν καὶ τροφιμώτατον. Γλῶσσα δὴ οὖν αὕτη παιδείας, καὶ χάρισμα τοῦ γνῶναι, ἡνίκα δεῖ εἰπεῖν λόγον. Τεθεῖσθαι δὲ αὐτούς φασιν καὶ πρωΐ, τοῦτ' ἔστιν, εἰς νοῦν, καὶ καρδίαν ἡμέρας διαύγασμα, ἔλλαμψιν θείου καὶ νοητοῦ φωτὸς ἀνατολὴν ἑωσφόρου. Καὶ τοῦτο πάλιν εἰσόμεθα τοῦ μακαρίου Παύλου γεγραφότος ὡδί· «Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ, ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ ἐν τῷ φωτί.» Ο μὲν γὰρ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν ἐν αὐτοῖς τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ. Ἡμῖν δὲ ὁ τῆς δικαιοσύνης ἀνέσχεν ἥλιος, φωτὶ τῷ θείῳ περιαστράπτων τὸ νοῦν, ὥστε καὶ υἱοὺς ἡμᾶς φωτὸς καὶ ἡμέρας εἶναί τε καὶ ὀνομάζεσθαι. Εἶτά φησι, Προσέθηκέ μοι ὠτίον τοῦ ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. Προσηκάμενοι γὰρ τὴν πίστιν τὴν εἰς Χριστὸν, καὶ τὸν παρ' αὐτοῦ πλουτήσαντες φωτισμὸν, ἐσχήκαμεν ὠτίου προσθήκην, τοῦτ' ἔστιν, ἀκοῆς δύναμιν ἀσυνήθους, ἢ πάλαι. Ἰουδαῖοι μὲν γὰρ τὸν νόμον ἀναγινώσκοντες, οὐχ ὑπερτρέχουσι τὴν σκιὰν, ἀλλ' ἐνιζάνουσι τοῖς τύποις ψιλοῖς τε καὶ μόνοις. Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ Θεοῦ, καθὰ γέγραπται. Ἡμεῖς γὰρ τὸν νόμον παιδαγωγὸν εἶναι πιστεύοντες, ἡνίκα ἂν τὰ διὰ Μωσέως εἰς οὖς δεξώμεθα, συνίεμεν ἑτέραις