Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1092
Not analysed yet
ἀκοαῖς αὐτὰ, μεθιστάντες τοὺς τύπους εἰς ἀλήθειαν, καὶ πνευματικῆς θεωρίας πρόφασιν ποιούμενοι τὴν σκιάν. Ἐσχήκαμεν οὖν ὠτίων προσθήκην. Ἡ γὰρ διὰ Χριστοῦ παιδεία, τοῦτ' ἔστι, τὸ κήρυγμα τὸ εὐαγγελικὸν, καὶ ἡ δι' αὐτοῦ μυσταγωγία, πνευματικῶς ἀναπείθει νοεῖν τὸν νόμον. Ἀνευρύνει ὥσπερ τὰ ὦτα τῶν πιστευσάντων εἰς αὐτὸν, οὐκ ἐχόντων τοῦτο τῶν ἐξ Ἰσραήλ. Ἔφη γοῦν ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πρὸς αὐτούς· «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε.» Γράφει δὲ περὶ αὐτῶν ὁ πάνσοφός τε καὶ θεσπέσιος Παῦλος, ὅτι «Ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ Ἰησοῦ Κυρίῳ ἡμῶν καὶ Λυτρωτῇ καταργεῖται.» ΛΟΓΟΣ Εʹ. Ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδ' ἀντιλέγω. Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ ὁ Κύριος ἐγενήθη βοηθός μου. Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ, ὅτι ἐγγίζει ὁ δικαιώσας με. Διὰ τῶν ἤδη προανεγνωσμένων, ἤτουν προεξητασμένων, πλείστην ὅσην πεποίηται τῆς Ἰουδαίων ἀπειθείας τὴν καταβοήν. Ἔφη γὰρ ὅτι Ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων, παρεισβεβληκότος δὲ μεταξὺ τοῦ προσώπου τῶν προσηκαμένων τὴν πίστιν, καὶ λέγοντος· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, καὶ τὰ τούτοις ἐπενηνεγμένα, καὶ χαριστηρίους ἀνατεινάντων φωνάς. Εἰστρέχει πάλιν τὸ αὐτοῦ πρόσωπον τοῦ Χριστοῦ, τὴν ἰδίαν ὑπακοὴν ταῖς Ἰουδαίων ἀπονοίαις ἀντιπαρατιθέναι σπουδάζοντος, ἵν' ὁλοτρόπως αὐτοὺς θεομισεῖς ὄντας ἐλέγξῃ, γαῦρόν τε καὶ ἀπηνῆ τῷ καλοῦντι πρὸς σωτηρίαν ὑψοῦντας αὐχένα. Ἐγὼ μὲν γὰρ κέκληκα, φησὶ, καὶ οὐκ ἦν ὁ ὑπακούων. Ὀκνηροὶ γεγόνασι πρὸς εὐπείθειαν, βραδεῖς καὶ ἀσύνετοι παντελῶς εἴς γε τὸ χρῆναι νοεῖν τὸ τελοῦν εἰς ὄνησιν αὐτοῖς, καὶ τὰ δι' ὧν ἦν εἰκὸς διαδρᾶναι δύνασθαι, καὶ λίαν ἀμογητὶ, καὶ τῆς ἁμαρτίας τὴν τυραννίδα, καὶ τῆς διαβολικῆς σκαιότητος τὰς ἐπιβουλάς. Ἀλλ' αὐτοὶ μὲν ἠπείθησαν, ἐγὼ δὲ οὐκ ἀπειθῶ. Ἐθελήσαντος γὰρ τοῦ Θεοῦ, καὶ Πατρὸς ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν ἐμοὶ, τά τε ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, καθῆκα πρὸς κένωσιν ἐμαυτὸν, καὶ ἐν τοῖς τῆς ἀνθρωπίνης πτωχείας καταπεφοίτηκα μέτροις, ἄνθρωπος πεφηνὼς ἵνα ὑπήκοος γένωμαι, καὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Δέδωκα τοίνυν τὸν νῶτόν μου εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα. Τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Ταυτὶ γὰρ αὐτῷ συνέβη παθεῖν, τῆς Ἰουδαίων ἀπαιδευσίας ἐμπαροινούσης αὐτῷ, καὶ Πιλάτου μὲν μάστιξι καταξαίνοντος, ἑνὸς δὲ τῶν ἀνοσίων ὑπηρετῶν ὑβρίσαντος,