Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.112
Not analysed yet
τοὺς τὸ χρῆναι φυλάττειν ἔν γε δὴ τούτοις μάλιστα τὸν νόμον· τῶν γε μὴν ἑτέρων ἐντολῶν οὐ πολὺς ἦν ἄγαν παρ' αὐτοῖς ὁ λόγος. Ταύτῃ τοι πρὸς αὐτοὺς καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἄνηθον καὶ τὸ ἡδύοσμον, καὶ τὸ κύμινον. Καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν.» Ἦσαν οὖν ἄρα φιλοκερδεῖς καὶ ἐρασιχρήματοι, καὶ πικρὰς ἔσθ' ὅτε τοῖς πταίουσιν ἐπῆγον τὰς δίκας, ἵνα ἐκδειματοῦντες τοὺς ἐφ' ὁτῳοῦν ἐγκαλουμένους προσάγειν αὐτοῖς ἀναπείθωσιν καὶ τὰ ὑπὲρ δύναμιν ἔσθ' ὅτε. Ταύτῃ τοί φησι πρὸς τοὺς παρ' αὐτῶν ἀδικουμένους· «Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.» Καὶ διὰ μὲν τοῦ λαὸν εἰπεῖν, ἔτι τὸν Ἰσραὴλ δίδωσι νοεῖν, ὡς εἴπερ ἕλοιντο μεταφοιτᾷν ἐπὶ τὸ αὐτῷ δοκοῦν, τῶν ἐξ ἡμερότητος τεύξονται καὶ φιλανθρωπίας, καὶ οὐκ εἰσάπαν ἀποπεσοῦνται τῆς πρὸς αὐτὸν οἰκειότητος σχετικῆς. Καλαμᾶσθαι δὲ εἰπὼν τοὺς πράκτορας, τῆς ἐνούσης αὐτοῖς ἀπληστίας τε ὁμοῦ καὶ φιλοκερδίας δείκνυσι τὸ μέγεθος. Ἐν μὲν γὰρ τοῖς ληΐοις οἱ μὲν ἀποκείρουσι σιδήρῳ τὸν στάχυν, οἱ δὲ τοὺς ἐκπίπτοντας τῆς τοῦ κείροντος χειρὸς συλλέγοντες, οὐδὲν ἀφιᾶσιν ἐν ἀγροῖς. Ἔθος δὲ καὶ τοῖς τὰς ἀμπέλους τρυγῶσι τοῦτο δρᾷν. «Καλαμῶνται τοίνυν ὑμᾶς, φησὶν, οἱ πράκτορες ὑμῶν.» Ὅμοιον ὡς εἰ λέγοι· Τετρυγήκασιν ὑμῶν τὰς περιουσίας, καὶ οὐ μέχρι τούτου τὰ τῆς ἀπληστίας αὐτοῖς. Ἀλλ' ἤδη καὶ καλαμῶνται, τοῦτ' ἔστι, τὰς χεῖρας ἐπάγουσι, καὶ τοῖς ἔτι καταλελειμμένοις. Εὖ δὲ δὴ σφόδρα, καὶ πρεπόντως αὐτοῖς, οὐ καθηγητὰς, οὐ διδασκάλους, οὐχ ἕτερόν τι τῶν τοιούτων εἶναί φησιν, πράκτορας δὲ ὀνομάζει, καὶ ἀπαιτητάς. Διδάσκει δὲ ὅτι κατεξουσιάζουσιν αὐτῶν, οὐχ ὡς διδάσκαλοι μαθηταῖς ἠπίως προσφερόμενοι, ἀλλ' οἷον σκληροὶ καὶ ἄγριοι δεσπόται, τὸ δοκοῦν αὐτοῖς φρονεῖν ἀναγκάζοντες, καὶ πρὸς πᾶν ὁτιοῦν ἀποφέροντες, καὶ τῶν παρὰ γνώμην ἔσθ' ὅτε. Ἀλλ' ὅ γε τῶν ἐν Χριστῷ σκοπὸς οὐ τοιοῦτος ἦν. Γράφει γοῦν ὁ θεσπέσιος Πέτρος τοῖς κεκλημένοις εἰς ἐπισκοπὴν, καὶ καθηγεῖσθαι λαχοῦσι τῶν λογικῶν ποιμνίων, μὴ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου. Οἶδεν δὲ ὁ λόγος ὁ μυστικὸς καὶ πράκτορας ἑτέρους, οὓς ἀνάγκη παραιτεῖσθαι τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς. Αἱ γὰρ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις ἕκαστον τῶν ἐπὶ γῆς μονονουχὶ καὶ ἀπαιτοῦσι τὴν εἰς τὸ φαῦλον σπουδὴν, καὶ ὥσπερ τινὰ δασμὸν παρ' ἡμῶν συλλέγουσι, τὴν εἰς τὰ πάθη τῆς διανοίας ῥοπήν. Καὶ γοῦν ὁ ἱερὸς μακαρίζει λόγος τοὺς μὴ ἀκούσαντας φωνὴν φορολόγου· οἱ γὰρ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν κατεξανιστάμενοι, καὶ νεανικῷ φρονήματι τὰ ἐκ τῆς ἁμαρτίας παρωθούμενοι βλάβη, καὶ πατοῦντες ἀρχὰς, καὶ νικῶντες τὰ πνεύματα τῆς πονηρίας, κρείττους γεγόνασι τῆς τοῦ φορολόγου φωνῆς. Δεῖ τοίνυν τοὺς τοιούτους παραιτεῖσθαι πράκτορας, καὶ μήτε θερίζειν ἐν ἡμῖν τὸ εἰς ἁμαρτίαν ἀποτέλεσμα συγχωρεῖν, μήτε μὴν καλαμᾶσθαι.