Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1093
Not analysed yet
καὶ ῥαπίσαντος, καὶ κατεμπτυόντων ἑτέρων. Ἀλλ' ἦν εἷς ὁ σκοπὸς τῷ πάσχοντι τὸ εἰς πέρας διεξαγαγεῖν τὸ ἀγαθὸν θέλημα τοῦ Πατρός. Καὶ γοῦν ἔφη που Χριστὸς, ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.» Τοῦτο δὲ τὸ θέλημά ἐστι τοῦ πέμψαντός με, «Ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπωλέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Οὐκοῦν ὑπέρ γε τοῦ κατορθῶσαι τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν ζωὴν, οὐχ ὕβρεις, οὐ μάστιγας, οὐκ ἐμπτυσμάτων πεῖραν ἀπόβλητον ἐποιήσατο, καίτοι Θεὸς ὢν φύσει, καὶ Κύριος ἀληθινός. Εἶτά φησιν ὡς ἄνθρωπος, Καὶ Κύριος βοηθός μου ἐγενήθη, διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ ὅτι ἐγγίζει ὁ δικαιώσας με. Διαλέγεται μὲν οὖν ἀνθρωπίνως, ὡς ἔφην, καὶ κατ' οὐδένα τρόπον ἀπεοικότως τοῖς τῆς κενώσεως μέτροις. Πλὴν ἔοικεν ὑπαινίττεσθαι διὰ τούτων τῶν λόγων τὴν τοῖς λόγοις ἐγκατασκήψασαν δίκην, τῆς εἰς αὐτὸν δυσσεβείας ἕνεκα. Γέγονε γὰρ, φησὶ, Κύριος βοηθός μου. Ὅμοιον, ὡς εἰ λέγοι Δόντος μου τὸν νῶτον εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, πεπονθότος δὲ καὶ τὰ ἐπὶ τῷ σταυρῷ πάθη, γέγονε βοηθὸς ὁ Πατήρ. Ἐπήμυνε γὰρ, καὶ οὐ συγκεχώρηκεν εἰς τὸ παντελὲς ἐντραπῆναι τὸν ἴδιον Υἱὸν, οὔτε μὴν καὶ καταισχυνθῆναι. Τετιμώρηνται γὰρ, καὶ τῶν εἰς ἐμὲ πλημμελημάτων ἐκτετίκασι δίκας οἱ θεομαχῆσαι τολμήσαντες. Ἐπενεγκὼν δὲ ὅτι Ἐγγίζει ὁ δικαιώσας με, πάλιν ὑπέφηνεν ἀστείως, οὐκ εἰς μακρὰν, οὐδ' εἰς ἀνάβλησιν τὰ τῆς δίκης δραμεῖται τῶν εἰς αὐτὸν πεπαρῳνηκότων, ἀλλ' οἷον ἐγγὺς, καὶ κατὰ πόδας βαδιεῖται τῶν ἐγχειρημάτων. Δεδικαιῶσθαι δέ φαμεν τὸν Υἱὸν κατὰ τοιόνδε τινὰ τρόπον. Ἐπειδὴ γὰρ ὄντα δίκαιον, καὶ κατ' οὐδένα τρόπον, ὡς ἔνοχον γεγονότα πταίσμασιν ἀποκτεῖναι τετολμήκασι, τετιμώρηνται, καθάπερ ἔφην, καὶ ἡ τῶν πεπονθότων κόλασις τὸ ἀνεύθυνον παντελῶς μεμαρτύρηκε τῷ παρ' αὐτῶν ἀνοσίως ἐξυβρισμένῳ. Ἔφη τι τοιοῦτον ὁ Θεὸς καὶ Πατήρ «Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ.» Πλουσίους δὲ καὶ πονηροὺς, τοὺς τῶν Ἰουδαίων καθηγητὰς ὀνομάζει. Φιλοχρηματίαν γὰρ νοσοῦντες ἐσχάτην, κατεκομίσθησαν δι' αὐτῆς, εἰς τὴν ἐπ' αὐτῷ πονηρίαν. Καίτοι γὰρ ἐπεγνωκότες αὐτὸν ἔφασκον· «Οὗτός ἐστιν ὁ κληρονόμος· Δεῦτε, ἀποκτείνωμεν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.» Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω ἅμα. Τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι. Ὅτι μὲν δίκαιος, καὶ ἀθῶος ὢν παντελῶς· οὐ γὰρ ἐποίησεν ἁμαρτίας· τὰς ἐκ τῶν Ἰουδαίων ὑπέστη παροινίας, πιστώσεται λέγων καὶ αὐτὸς ὁ θεσπέσιος προφήτης περὶ αὐτοῦ· «Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ.» Καὶ πάλιν ὡς ἐκ προσώπου τῶν Ἰουδαίων περὶ αὐτοῦ· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι.» Καὶ αὐτὸ δὲ τὸ χρῆμα διαβοήσειεν ἄν. Τὴν γάρ τοι θείαν, καὶ ἀκήρατον τοῦ λόγου φύσιν, πῶς ἦν ἐφικτὸν ἁμαρ-