Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1096
Not analysed yet
τῆσαι τοῦ πρέποντός τε καὶ ἐοικότος αὐτῇ, καὶ μῶμον ὑποστῆναι πλημμελήματος; Εἴρηται γοῦν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι «Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Οὐκοῦν ἐπειδήπερ ἀθῶον ἑαυτὸν ὄντα, καὶ δίκαιόν φησιν, ὑπομεῖναι τὰς ἐκ τῆς Ἰουδαίων Συναγωγῆς ἐπιβουλὰς, ἀναγκαίως τούτοις οὐκ εἰδόσιν αὐτοῦ τὸ εἰσάπαν εἰλικρινὲς ἢ τάχα που, καὶ οἰηθεῖσιν, ὅτι πέπρακταί τι τῶν ἀτόπων αὐτῷ, πέπονθε δὲ, καὶ ἐν δίκῃ, τὰ ἐπὶ τῷ σταυρῷ, προσδιαλέγεται, καί φησι· Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι ἄμα. Ἔοικε τούτῳ τὸ παρ' αὐτοῦ τοῦ Χριστοῦ σαφῶς εἰρημένον τοῖς Γραμματεῦσι, καὶ Φαρισαίοις· «Τίς ἐξ ὑμῶν ἐλέγξει με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;» Καίτοι γὰρ γεγονὼς καθ' ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τὴν κατὰ πᾶν ὁτιοῦν ὁμοίωσιν ὑποδὺς, κατ' αὐτὸ δὴ οὖν τουτὶ καὶ μόνον ἐπέκεινα τῆς καθ' ἡμᾶς φύσεως γενέσθαι πεπίστευται. Ὑποκειμένου γὰρ ἀνθρώπου παντὸς πταίσμασί τε καὶ πλημμελήμασι, καὶ οὐδενὸς τὸ παράπαν ἀμώμητον ὁλοτρόπως ἐσχηκότος τὴν ζωήν· μόνος αὐτὸς, καὶ ὅτε γέγονεν ἄνθρωπος τὸ θεοπρεπὲς ἀξίωμα τετήρηκεν ἑαυτῷ. Θεοῦ γὰρ φύσις τοῦ πλημμελεῖν ἐπέκεινα νοοῖτο ἂν εἰκότως. Τοιγαροῦν καὶ ἔφασκεν, ὅτι «Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.» Ὁ γὰρ γενόμενος καθ' ἡμᾶς, ἵνα ἡμᾶς ἐξέληται τῶν τῆς ἁμαρτίας βρόχων, πῶς ἂν αὐτὸς ἥλω μεθ' ἡμῶν, ἢ πῶς γέγονεν ὑπὸ μῶμον καὶ γραφὴν, ὁ γραφῆς ἀπαλλάττων καὶ μώμου πάντας τοὺς πιστεύσαντας εἰς αὐτόν; «Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» Ἰδοὺ Κύριος βοηθεῖ μοι· τίς κακώσει με; Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς. Δύο κατὰ ταυτὸν διδάξαι βούλεται χρήσιμά τε καὶ ἀναγκαῖα τοὺς τὸν δυσσεβῆ, καὶ ἄδικον κατ' αὐτοῦ νοσήσαντας φθόνον. Πρῶτον μὲν ὅτι πάντη τε καὶ πάντως ἀπρακτήσειεν ἂν ἡ κατ' αὐτοῦ σκέψις, καὶ τὸ μιαιφόνον ἐγχείρημα. Εἶτα ὅτι πικράς τε καὶ ἀφορήτους τῶν εἰς αὐτὸν πεπλημμεληκότων πραχθήσονται δίκας· ᾠήθησαν μὲν γὰρ δύνασθαι θανάτῳ περιβαλεῖν ἀρχηγὸν ὄντα ζωῆς τὸν Κύριον. Ἀλλ' ὡς ὁ Ψάλλων φησὶν, «Ἐβουλεύσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι.» Καὶ γὰρ ἦν ἀμήχανον ζωὴν ὄντα αὐτὸν κρατεῖσθαι θανάτου. Ἐγήγερται οὖν τῇ δυνάμει τοῦ Θεοῦ καὶ Πατρὸς, καθὰ γέγραπται, καὶ οὐκ ἀτονήσας αὐτὸς, καθὸ νοεῖται Λόγος καὶ Θεὸς, εἴς γε τὸ δύνασθαί φημι τῆς ἑαυτοῦ σαρκὸς ἀποσοβῆσαι τὴν φθορὰν, ἀλλ' ὅτι γέγονεν ἄνθρωπος, καὶ τοῦτο δέχεσθαι δοκῶν παρὰ τοῦ Πατρός. Πάντα γὰρ ἀνθρώπῳ θεόσδοτα. Ὅτι γὰρ ὁ Θεὸς, καὶ Πατὴρ δι' αὐτοῦ κατήργηκε τὸ τοῦ θανάτου κράτος, διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, σαφὲς ἂν γένοιτο λέγοντος αὐτοῦ ταῖς τῶν Ἰουδαίων ἀγέλαις· «Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ἐπειδὴ δὲ τὰ ὑπὲρ ἀνθρώπου χεῖρά τε καὶ φύσιν, ἔθος αὐτῷ