Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1097
Not analysed yet
τῳ προσώπῳ τοῦ Πατρὸς ἀνατιθέναι μᾶλλον, ταύτῃτοι κἀνθάδε φησὶν ἀνθρωπίνως· Ἰδοὺ Κύριος βοηθεῖ μοι, τίς κακώσει με; Ἐπαμύνοντος γὰρ, φησὶ, τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ πᾶσαν ὑμῶν ἐπήρειαν ἀφανίζοντος, καὶ τὴν ἐμὴν ἱστῶντος δόξαν, τίς ἔσται τοσοῦτος ἐν ὑμῖν, ὡς ἀντιτάξασθαι τῇ ἀνικήτῳ βουλῇ, καὶ κακῶσαι δύνασθαι τὸν παρ' αὐτοῦ βοηθούμενον; Οὐκοῦν εἴπερ τινὲς ἦσαν νουνεχεῖς οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι, ἀπέσχοντο ἂν τῶν κατ' αὐτοῦ σκεμμάτων τε καὶ ἐπιχειρημάτων, διὰ προφητῶν τῶν ἁγίων προεγνωκότες, ὡς οὐκ ἂν ἰσχύσειαν ἀδικῆσαι Χριστὸν Θεὸν ὄντα, καὶ Κύριον, καὶ Υἱὸν ἀληθινὸν τοῦ Πατρός· αὐτοὶ δὴ μᾶλλον τὴν κατά γε σφῶν αὐτῶν δεινήν τε καὶ τομωτάτην ἕλκουσι δίκην. Καὶ τοῦτο διδάσκει προσεπενεγκών· Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς, τοῦτ' ἔστιν, εἰς παλαίωσιν, καὶ σῆψιν, καὶ εἰς ἀφανισμὸν οἰχήσεσθε, πολλοῖς καὶ ἀφύκτοις ἐντετηγμένοι κακοῖς, καὶ οἷον σητὸς δίκην ἐκδαπανώσης ὑμᾶς ἀνηκέστου συμφορᾶς. Τοῦτο πάλιν καὶ ἑτέρωθί πού φησιν ὁ προφήτης Ἡσαΐας· «Τί ἔτι πληγῆτε προστιθέντες ἁμαρτίας; Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην· ἀπὸ ποδῶν ἕως κεφαλῆς, [οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία,] οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.» Ἱκανὴ σφόδρα, καὶ τῶν οὕτως ἀπευκτῶν ἡ παῤῥησιὸς ἠρεμεῖν ἀναπεῖσαι τοὺς Ἰουδαίους, καὶ κατὰ μηδένα τρόπον προσκρούειν ἑλέσθαι Θεῷ, εἴπερ ἔμελλεν, ὡς ἔφην, ἀπρακτήσειν μὲν αὐτῶν ἡ ἐπιβουλὴ, τῶν δὲ ἀνηνύτων ἐπιχειρημάτων αὐτοὶ πραχθήσεσθαι δίκας, καὶ εἰς ὄλεθρον καὶ ἀπώλειαν πεσεῖσθαι παντελῆ. Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ἀκουσάτω τῆς φωνῆς τοῦ Παιδὸς αὐτοῦ. Ὡς ἱμάτιον παλαιωθήσεσθαι λέγων τοὺς, οἵπερ ἂν ἕλοιντο πονεῖν ἀνηνύτως, καὶ ταῖς παρ' αὐτοῦ παροινίαις ἐντρυφᾷν (ἔφη γὰρ, Ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς), προτείνει λοιπὸν τοῖς ἐπιεικέσι τὴν φιλανθρωπίαν, καὶ τὴν τῆς σωτηρίας αὐτοῖς καταδείκνυσι τρίβον· πλεῖστοι γὰρ ὅσοι πεπιστεύκασι τῶν ἐξ Ἰσραὴλ, καθὼς καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων διηγορεύθη σαφῶς. Σέσωσται γὰρ τὸ κατάλειμμα, οὗ καὶ πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Οὐκοῦν τοῖς ἑτοιμοτέροις πρὸς πίστιν τὰ ἐξ ἡμερότητος προΐσχεται λέγων· Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ἀκουσάτω τῆς φωνῆς τοῦ Παιδὸς αὐτοῦ. Ἑαυτὸν δὲ παῖδα Θεοῦ λέγων ἐφίησι νοεῖν, ὅτι καὶ ἄνθρωπος γεγονὼς Υἱός ἐστιν ἀληθινὸς τοῦ Θεοῦ καὶ Πατρός. Καὶ τὸ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ οὐ νόμου παράβασις ἦν, ἀλλὰ βεβαίωσις νόμου, διὰ τύπου καὶ σκιᾶς προαναγράφοντος τὴν ἀλήθειαν, ἥτις ἐστὶν ὁ Χριστὸς καὶ τὰ αὐτοῦ θεσπίσματα. Ταύτῃτοι καὶ ὁ πάνσοφος