Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1100
Not analysed yet
Παῦλος ἐπιστέλλει, καί φησι· «Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν. Γέγραπται γὰρ, ὅτι Ὁ δίκαιός μου ἐκ πίστεως ζήσεται.» Καὶ ἦν καὶ νόμου καὶ προφητῶν τὸ πέρας τὸ Χριστοῦ μυστήριον, δικαιοῦν ἐν πίστει τὸν ἀσεβῆ, καὶ ἀπαλλάττον αἰτιαμάτων τοὺς ταῖς σφῶν αὐτῶν πλημμελείαις ἐνισχημένους. Οὐκοῦν τὸ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ, δηλονότι τοῦ Χριστοῦ, τοῦτό ἐστι τὸ παραδέξασθαι τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, νόμου βεβαίωσις ἦν· ὅτι δὲ θελητόν ἐστι τῷ Θεῷ καὶ Πατρὶ τὸ ταῖς τοῦ Υἱοῦ παιδαγωγεῖσθαι φωναῖς τοὺς ἐπὶ τῆς γῆς, καταδείξειεν ἂν τοῖς νουνεχεστέροις τῶν εὐαγγελικῶν Γραμμάτων ἡ δύναμις. Μετεμορφώθη μὲν γὰρ ἐν τῷ ὄρει Χριστὸς, ἔλαμψε δὲ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς· ὤφθησαν δὲ Μωσῆς καὶ Ἡλίας συλλαλοῦντες μετ' ἀλλήλων· εἶτα φωνὴ γέγονε τοῦ Θεοῦ καὶ Πατρὸς, τοῖς ἁγίοις ἀποστόλοις παρεγγυῶντος καὶ λέγοντος· «Οὗτός ἐστί μου ὁ Υἱὸς ὁ ἀγαπητὸς, ἀκούετε αὐτοῦ.» Εἴ τις οὖν ἄρα ἐστὶ, φησὶ, τὸν τοῦ Θεοῦ φόβον εἰς νοῦν ἔχων, καὶ ὥσπερ τινὰ θησαυρὸν κατακρύψας ἐν ἑαυτῷ, ἀκουσάτω τῆς φωνῆς τοῦ Παιδὸς αὐτοῦ. Ἔστι δὲ, ὡς ἔφην, τὸ εὐαγγελικὸν καὶ θεσπέσιον κήρυγμα καλοῦν εἰς λύτρωσιν τὴν διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ εἰς εὐαγῆ πολιτείαν, καὶ πολὺ τῆς ἐν νόμῳ προφερεστέρα[ν]. Ἡ μὲν γὰρ ἦν, ὡς ἔφην, ἐν σκιαῖς, ἡ δὲ λαμπρὰν ἔχει καὶ ἐκφανῆ τὴν ἀλήθειαν. Οἱ πορευόμενοι ἐν σκότει, οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Κυρίῳ. Οἱ τῶν ἰατρῶν εὐτεχνέστατοι τοῖς δηκτικοῖς τῶν φαρμάκων ἐπιπλέκουσιν ἔσθ' ὅτε καὶ τὰς ἐκ τῶν ἠπίων ἐπικουρίας, μονονουχὶ καταγοητεύοντες τὴν ἀπηνῆ καὶ ἀγριωτέραν ὀδύνην. Τοιοῦτόν τι καὶ νῦν πεπραχότα εὑρίσκομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Ἐλέγχει μὲν γὰρ ὡς ἐν σκότῳ βαδίζοντας, καὶ οἷον ἀχλύϊ κεκρατημένους, καὶ φωτὸς ὁλοτρόπως ἐστερημένους, δῆλον δὲ ὅτι τοῦ θείου καὶ νοητοῦ, ποιουμένους δὲ καὶ τὰς τροχιὰς ἐπ' οὐδενὶ μὲν τῶν τελούντων εἰς σωτηρίαν, ἤγουν εἰς ὄνησιν αὐτοῖς, ἐπ' ἐκείνοις δὲ μᾶλλον, ἅπερ ἂν εὐκόλως αὐτοὺς εἰς τὸ τῆς ἀπωλείας κατώθησε βάραθρον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ὀρθοποδεῖν δύνασθαι τοὺς ἐν σκότῳ ποτέ· καταφέρονται γὰρ, κἂν εὑρεθείη που βόθρος, κἂν εἰ λίθοι διεῤῥιμμένοι, προσπταίουσιν ἀφυλάκτοις αὐτοῖς. Ὑμῖν τοιγαροῦν, φησὶ, προτείνω τὰς νουθεσίας τοῖς ἐν σκότῳ πορευομένοις, καὶ τὸ παρ' ἐμοῦ φῶς ἀσυνέτως οὐ προσιεμένοις.» Πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ. «Ἐπειδὴ γὰρ, ἐκ πολλῆς ἄγαν ἀβελτηρίας, οἱ τῶν Ἰουδαίων δῆμοι τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ὁρῶντες ἐν εἴδει τῷ καθ' ἡμᾶς, τοῦτ' ἔστι γενόμενον ἄνθρωπον, οὐ συνίεσαν μὲν τὸ ἐπ' αὐτῷ μυστήριον, ἀσυνετοῦντες δὲ πλεισταχοῦ παλιμφήμοις ἐλύπουν φωναῖς, ποτὲ μὲν Σαμαρείτην καὶ μέθυσον ὀνομάζοντες, ποτὲ δὲ καὶ ζήλῳ πεπλανημένῳ καταθηγόμενοι πρὸς ὄργας (ἔφασκον γάρ· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομεν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν,