Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1101
Not analysed yet
ποιεῖς σεαυτὸν Θεόν.») Ἀναγκαίως, καθάπερ ἔφην, ἀρτίως ἄνθρωπος γεγονὼς, ἐναργῆ καθίστησιν αὐτοῖς τὴν ὑπερτενῆ καὶ θεοπρεπεστάτην αὐτοῦ δόξαν τε καὶ δύναμιν, καὶ τοῦ μικρὰ φρονεῖν ἐπ' αὐτῷ βούλεσθαί τινας ἀποκομίζει, λέγων· Πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ· ἐναργέστατα δὴ οὖν ἑαυτὸν Κύριον καὶ Θεὸν εἶναί φησιν, ἀποκομίζων, ὡς ἔφην, τοῦ χαμαιπετῆ καὶ κατεῤῥιμμένα τινὰ περὶ αὐτοῦ βούλεσθαι φρονεῖν τε καὶ λέγειν. Καύχημα δὲ τοῖς τὴν πίστιν εἰσδεξαμένοις, τὸ ἐπ' αὐτῷ πεποιθέναι, καὶ ῥάβδον ποιεῖσθαι καὶ στήριγμα. Ἀνέχει γὰρ πάντα πρὸς τὸ εἶναι καλῶς. Καὶ τοῦτο, οἶμαι, διδάσκει λέγων ὁ θεσπέσιος Μελῳδὸς πρὸς τὸν τῶν ὅλων Πατέρα καὶ Θεόν· «Ἡ ῥάβδος καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.» Εὐόλισθος μὲν γὰρ ὁ ἀνθρώπινος νοῦς πρὸς τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, καὶ πολὺ διανένευκεν εἰς ἐκτόπους ἡδονὰς καὶ φιλοσαρκίας· δεῖται δὲ ἀεὶ τοῦ σώζοντος, καὶ νέμοντος χεῖρα σωτήριον, ὥστε καὶ λέγειν τοὺς ἐν μεθέξει γεγονότας τῆς ἐπικουρίας· «Ἔστησεν ἐπὶ πέτρας τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.» Ὅτι δὲ σκότῳ καὶ ἀχλύϊ ἐμβέβλητο τῶν Ἰουδαίων ὁ νοῦς, ἐκ τῶν ἱερῶν Γραμμάτων ἔνεστιν ἰδεῖν. Ὁ μὲν γὰρ πάνσοφος Παῦλος, «Ὁ Θεὸς τοῦ αἰῶνος τούτου, φησὶν, ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ.» Ὁ δέ γε θεσπέσιος προφήτης Ἡσαΐας περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ὧδέ πή φησιν· «Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγήν· ἐν ἀωρίᾳ περιεπάτησαν.» Αὐτὸς δὲ Χριστὸς πρὸς τὸ φῶς αὐτοὺς ἐκάλει, λέγων· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἐμοὶ ἀκολουθῶν οὐ μὴ περιπατήσει ἐν τῇ σκοτ[ε]ίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.» Ἄραρε δὴ οὖν, καὶ ἔστιν ἀληθὲς, ὅτι τοῖς οὐχ ἑλομένοις ἀκολουθεῖν αὐτῷ πάντη τε καὶ πάντως ἕψεται ὡς ἐν νυκτὶ καὶ σκότῳ πορεύεσθαι. Ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, καὶ κατισχύσατε φλόγα. Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε. Δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε. Παραδείκνυσί τε καὶ ἕτερον αὐτοίς, ὅπερ ἦν εἰκὸς ἀμογητὶ δύνασθαι μεθιστᾷν αὐτοὺς εἴς γε τὸ δεῖν ἑλέσθαι φρονεῖν ὀρθά. Αἱ γάρ τοι τῶν κολάσεων μνῆμαι, καὶ τὸν ἀπειθῆ καὶ κατεσκληκότα νοῦν τοῖς ἐπωφελέσι δείμασιν, οἱονεί πως εὐαφῆ καὶ εὐήνιον ἀποφαίνουσι. Φησὶ τοιγαροῦν, ὅτι πῦρ ἀνακαίουσι καθ' ἑαυτῶν οἳ κατισχύουσι φλόγα. Προσκρούοντες γὰρ διὰ μακρᾶς ἀπειθείας, καὶ ἀνουθέτητον οὕτω καρδίαν ἐθέλοντες ἔχειν, ἐγείρουσι καθ' ἑαυτῶν τὴν ἄσβεστον φλόγα, τὴν τῆς κολάσεως δηλονότι. Τὴν ἴσην ἔχει διάνοιαν τοῖς προκειμένοις καὶ τὸ παρ' αὐτοῦ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ σαφῶς εἰρημένον· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται. Ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ.» Τί γὰρ ἕτερόν ἐστι τὸ κρίνεσθαι, πλὴν ὅτι τὸ εἰς φλόγα πεσεῖν, καὶ εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ