Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1104
Not analysed yet
τοῖς ἀγγέλοις αὐτοῦ; Προσθεὶς δὲ ἔτι τὸ, Κατισχύετε φλόγα, νοεῖν ἐφίησί τε δριμύ τε καὶ ἀληθές. Οἱ μὲν γὰρ ὕλας ἐπιτιθέντες πυρὶ κατεμπιπρᾶσθαι δυναμένας, κατισχύουσιν αὐτό. Μαίνεται μὲν γὰρ ἐν πολλαῖς ὕλαις ἡ φλὸξ, ἀτονεῖ δέ πως οὐκ εὐποροῦσα πολλῶν. Ἰουδαῖοι τοιγαροῦν πῦρ μὲν ἐξέκαυσαν καθ' ἑαυτῶν, ἀποκτείναντες μὲν τοὺς προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους, κατισχύσαν[τες] δὲ τὴν ἑαυτῶν φλόγα προσεπενεγκόντες τοῖς προλαβοῦσιν ἐγκλήμασι τὰς κατὰ Χριστοῦ παροινίας. Προστεθείκασι γὰρ τοῖς οἰκέταις τὸν Υἱὸν, καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς τό γε ἧκον εἰς ἑαυτοὺς ἀπεκτόνασιν, εἰ καὶ ἀνεβίω Θεὸς ὢν καὶ ζωή. Ἐπειδὴ δὲ τὴν διὰ Χριστοῦ παίδευσιν οὐ προσήκαντο, ταῖς τοῦ νόμου σκιαῖς ἐμμένοντες· ταύτῃτοι, καὶ μάλα εἰκότως, ὡς φῶς μὲν ἔχειν οἰομένους τὸ ἀπὸ τοὺ νόμου, οὐ μὴν καὶ ἔχοντας ἀληθῶς, τῆς πρὸς αὐτὸν οἰκειότητος ἀποπέμπεται, λέγων· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε. Οὐ γὰρ φῶς ἦν αὐτοῖς, ἀλλὰ τὸ δοκεῖν εἰδέναι τὸν νόμον, μὴ μὴν ἔτι προσίεσθαι θέλειν τὰ διὰ Χριστοῦ, πυρὸς αὐτοῖς καὶ φλογὸς γέγονε πρόξενον. Ὅτι γὰρ ἐκτετίκασι δίκας τῆς εἰς Χριστὸν παροινίας μετὰ τοῦ καὶ ἐναποβιῶναι ταῖς ἁμαρτίαις ἐνισχημένους, καθίστησιν ἐναργὲς προσεπενεγκών· Δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν. Ἐν λύπῃ κοιμηθήσεσθε. Ποῖα ταῦτα; Πεπόρθηται γὰρ αὐτῶν ἡ χώρα, κακοί τε κακῶς ἀπολώλασι, καὶ ἥλω μὲν ἡ ἁγία πόλις, καὶ πέπτωκεν ὑπὸ χεῖρας ἐχθρῶν, κατεπρήσθη δὲ καὶ αὐτὸς ὁ νεὼς, ἐκοιμήθησαν δὲ καὶ ἐν λύπῃ. Οἱ γὰρ τελευτῶντες ἀπερικάθαρτοι, καὶ τὴν διὰ Χριστοῦ λύτρωσιν οὐκ ἀξιωθέντες ἑλεῖν, οὐκ ἐν ἐλπίδι γερῶν καὶ θυμηδίᾳ πνευματικῇ, ἀλλ' ἐν φόβῳ κολάσεων καὶ ἐν λύπῃ δι' αὐτὰς κοιμηθήσονται. Ἀκούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον. Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς, ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν, καὶ εὐλόγησα αὐτὸν, καὶ ἠγάπησα αὐτὸν, καὶ ἐπλήθυνα αὐτόν. Κατονειδίσας ἀρκούντως τοῖς ἀπεσκληκόσι τὸ ἀληθὲς, καὶ τὴν συμβησομένην αὐτοῖς κόλασιν ἐναργῆ καταστήσας, εἰ μὴ ἕλοιντο τοῖς εὐαγγελικοῖς κατακολουθεῖν θεσπίσμασιν, ἐπιμένουσι γαῦρόν τε καὶ ἀπηνῆ τὸν τῆς ἑαυτῶν διανοίας ἀνατείναντες αὐχένα, μεθίστησιν ἐπὶ καιροῦ τοὺς τῆς παραινέσεως λόγους ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ πιστεύσαντας. Οὐ γὰρ εἰσάπαν ἀπόλωλε τὸ τῶν Ἰουδαίων ἔθνος, σέσωσται δὲ τὸ κατάλειμμα κατὰ τὴν τοῦ προφήτου φωνήν. Καὶ γοῦν, ὡς ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων γέγραπται, πλεῖστοι παρεδέξαντο τὸν περὶ Χριστοῦ λόγον, ἐπέγνωσαν τὴν ἐπιφάνειαν τῆς δόξης αὐτοῦ. Τούτοις οὖν ἄρα προσδιαλέγεται, καί φησιν· Ἀκούσατέ μου, οἱ διώκοντες δίκαιον, καὶ ζητοῦντες τὸν Κύριον. Τὸ δίκαιον δέ φησιν ἀντὶ τοῦ, τὴν δικαιοσύνην, δῆλον δὲ ὅτι τὴν διὰ Χριστοῦ, τὴν διά γε, φημι, τῆς εἰς αὐτὸν πίστεως, δικαιούσης τὸν ἀσεβῆ, καὶ ῥύπου παντὸς ἀπαλλαττούσης τοὺς μεμολυσμένους, καὶ