Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1105
Not analysed yet
ἁγιαζούσης ἐν Πνεύματι, καὶ τὸ λαμπρὸν τῆς υἱοθεσίας περιποιούσης καύχημα. Διώκουσι δὲ τὸ δίκαιον, οὐχ ὡς ἐλαύνοντες αὐτὸ, καὶ τῆς ἑαυτῶν ἀποστήσαντες διανοίας, ἀλλ' ὡς ἐπ' αὐτὸ τρέχοντες, ἵνα καὶ καταλάβωσι. Τοιοῦτόν τι καὶ ὁ θεσπέσιος ἔφη Δαβίδ· «Ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν.» Ἤγουν καὶ κατ' ἐκεῖνο νοήσεις, ὃ ἐνήνεκται λέγων παρ' ἑνὶ τῶν ἁγίων προφητῶν· Ἐν τίνι καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ μου ὑψίστου; Διώκουσι τοίνυν τὸ δίκαιον, ὡς ἔφην, ἵνα εὑρόντες ἁρπάσωσιν. Οὗτοι δ' ἂν εἶεν οἱ καὶ αὐτὸν ζητοῦντες τὸν Κύριον, τοῦτ' ἔστι τὸν Χριστόν. Εὑρίσκουσι γὰρ διὰ πίστεως, καλοῦντος εἰς τοῦτο αὐτοὺς τοῦ Θεοῦ καὶ Πατρός. Καὶ γοῦν ἔφη που Χριστὸς τοῖς Ἰουδαίων δήμοις· «Μὴ γογγύζετε μετ' ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ, ὁ πέμψας με, ἑλκύσῃ αὐτόν.» Πλὴν ἐκεῖνο ἄθρει· Προσδιαλέγεται ὁ Θεὸς οὐ πᾶσιν ἁπλῶς, ἐκείνοις δὲ μᾶλλον οἵπερ ἂν εἶεν διώκοντες μὲν τὸ δίκαιον, ζητοῦντες δὲ καὶ αὐτὸν, κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους. Οὐκοῦν θεοδίδακτοι πάντες εἰσὶν οἱ διὰ πίστεως τῆς ἐν Χριστῷ κεκλημένοι πρὸς ἐπίγνωσιν ἀληθείας. Τί δ' ἂν βούλοιτο δηλοῦν καὶ τῶν ἐννοιῶν ἡ δύναμις, ἐροῦμεν ὡς ἔνι. Πλείστη μὲν γὰρ ὅση τις ἦν τῶν Ἰουδαίων πληθὺς, ὀλιγοστοὶ δὲ παντελῶς οἱ ἐξ αὐτῶν πιστεύσαντες. Πλὴν ὅτι προβήσονται κατὰ καιροὺς οἱ πιστεύσαντες εἰς ἀριθμοῦ κρείττονα πληθὺν, προσενηνεγμένων τοῖς ἐκ περιτομῆς καὶ τῆς καλουμένης ἀκροβυστίας, τοῦτ' ἔστι τῶν ἐθνῶν, Θεοῦ συλλέγοντος, πειρᾶται πληροφορεῖν, εἰς παράδειγμα τοῦ πράγματος, ἤγουν εἰς βεβαίωσιν ἐλπίδος τῆς εἰς τοῦτο λαβὼν τὸν θεσπέσιον Ἀβραὰμ, καὶ σὺν αὐτῷ τὴν Σάῤῥαν. Ῥίζα γὰρ γεγόνασι τοῦ παντὸς ἔθνους, καίτοι πρεσβυτικὴν καὶ ὑπέρωρον ἔχοντες ἡλικίαν, καὶ οὐκ ἐν ἐλπίσιν ἔτι τοῦ δύνασθαι τεκεῖν. Ὁ μὲν γὰρ ἑκατὸν ἐτῶν ἦν, ἡ δὲ στεῖρά τε καὶ ἄτεξ. Ἐπειδὴ δὲ Θεῷ δυσήνυτον οὐδὲν, λεῖα δὲ πάντα καὶ εὐήλατα, γεγόνασιν ἀρχὴ καὶ ῥίζα πληθύος ἀνθρώπων φιλονεικούσης τοῖς ἄστροις. Εἴρηται γάρ που πρὸς τὸν θεσπέσιον Ἀβραὰμ, ἀναβλέψαι μὲν εἰς τοὺς ἀστέρας, πιστεῦσαι δὲ ὅτι τοῖς ὁρωμένοις ἰσάριθμον ἔσται τὸ σπέρμα αὐτοῦ. Ὅτι δὲ οὐ κατά γε τὸν τῆς ἀνθρωπίνης φύσεως νόμον ἐκτέτοκεν ἡ Σάῤῥα, καὶ πατὴρ γέγονε παιδὸς ὁ θεσπέσιος Ἀβραὰμ, ὑπέργηρως ἤδη καὶ ἀφηβηκὼς ἄνθρωπος, δύο δέχεται παραδείγματα· πέτραν τε στερεὰν λατομουμένην, καὶ βαθὺν λάκκον ὀρωρυγμένον. Ὥσπερ γάρ ἐστι τῶν ἄγαν δυσχερεστάτων τὰ ἐκ πέτρας στερεᾶς τε καὶ ἀπηνοῦς λιθοτομεῖν δύνασθαι, καὶ φρέαρ ὀρύξαι βαθύ· κατὰ τὸν ἴσον, οἶμαι, τρόπον, οὐκ εὐήλατον εἴη, μᾶλλόν τε καὶ ἀμήχανον τὸ ἐκ πρεσβύτου καὶ στείρας ἐκφῦναι τέκνον. Πλὴν τετέλεσται παραδόξως, καὶ τοῦτο, Θεοῦ κατανεύοντος. Ὅταν τοίνυν ὑμεῖς οἱ πιστεύσαντες ὀλιγοστοὺς ἑαυτοὺς εἶναι νομίσητε, ἅτε δὴ καὶ ὄντος ἐν ἀρχαῖς τοῦ Θείου τε καὶ ἱεροῦ κηρύγματος, ἀλλ' οὖν ἀραρότως διατέθεινται, φησὶν, ὅτι καὶ εἰς πληθὺν ἐπιδώσει τὴν ἀριθμοῦ κρείττονα