Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1108
Not analysed yet
τὰ καθ' ὑμᾶς. Εἷς γὰρ ἦν Ἀβραὰμ, καὶ ἐκάλεσα αὐτὸν, καὶ εὐλόγησα, καὶ εὐλογήσας ἠγάπησα, καὶ ἀγαπήσας ἐπλήθυνα, τοῦτ' ἔστι, πατέρα τέθεικα παντὸς τοῦ τῶν Ἰουδαίων γένους, ἤτουν ἔθνους, καὶ πρός γε τούτῳ τῶν ἐξ ἐπαγγελίας. Εἴρηται γὰρ πρὸς Ἀβραὰμ, ὅτι «Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.» Οὐκοῦν ὁ καλούμενος εὐλογεῖται, καὶ ὃς ἂν εὐλογηθῇ, πάντη τε καὶ πάντως ἀγαπηθήσεται, καὶ ὁ τούτου τυχὼν ἔσται πολλοστὸς, πνευματικῶς δηλονότι. Καρποὺς γὰρ ἕξει ποικίλους τοὺς ἐξ ἀρετῶν καὶ ἐξ αὐχημάτων εὐαγγελικῶν. Πλὴν καὶ κατά γε τὸν τῆς ἱστορίας λόγον, ἀληθῆ διὰ πραγμάτων ἔνεστιν ἰδεῖν τὴν ἐπαγγελίαν. Προσκυνεῖ γὰρ ἡ ὑπ' οὐρανὸν τῷ πάντων Σωτῆρι Χριστῷ, γέγονε δὲ τὰ πάντα αὐτοῦ μεστὰ, καὶ πεπλήρωται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Καὶ σὲ νῦν παρακαλέσω, Σιὼν, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς, καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον Κυρίου. Εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολογήσουσι [al. ἐξομολόγησιν] καὶ φωνὴν αἰνέσεως. Τῶν ἁγίων προφητῶν ὁ λόγος σχηματίζεται μὲν ἀεί πως πρὸς τὰ ὁρώμενα, καὶ τὰ ἐν αἰσθήσει πράγματα. Ἔχει γε μὴν τὴν ἀναφορὰν πρὸς τὰ ὑπὲρ αἴσθησίν τε καὶ νοητά. Οὐκοῦν κἂν Σιὼν ὀνομάζῃ, μὴ τὴν ἐπίγειον νόει, δέχου δὲ μᾶλλον τὴν νοητὴν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος· ἐπεὶ πῶς ἄν τις ἴδοι πρὸς ἀλήθειαν ἐκβαίνοντας τοῦ προφήτου τοὺς λόγους; Παρακαλέσειν μὲν γὰρ αὐτὴν Θεὸς ἐπηγγέλλετο· τοῦτο δὲ οὐδαμοῦ γεγονὸς εὑρήσομεν, ἀλλ' ἔκ γε τῶν ἐναντίων ἐρημωθεῖσαν ἔστιν ἰδεῖν καὶ πεπορθημένην. Γέγονε τοίνυν ὁ λόγος τῷ προφήτῃ νυνὶ πρὸς τὴν τῶν πιστευσάντων πληθὺν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος. Καὶ τί δὴ ἄρα φησίν; Ὥσπερ γὰρ, φησὶ, κέκληκα μὲν τὸν Ἀβραὰμ, ἕνα δὲ ὄντα πατέρα τέθεικα πολλῶν ἐθνῶν· οὕτω καὶ σὲ παρακαλέσω, Σιών. Ἡ δὲ παράκλησις ἐν τούτοις ὑπόσχεσίς ἐστι κατευφραίνουσα, καὶ βεβαίαν ἐμφυτεύουσα τὴν ἐλπίδα τοῖς ἀκροωμένοις, τοῦ ὅτι πάντη τε καὶ πάντως Θεοῦ συναγείροντος τοὺς ἐν πίστει κληθησομένους, οὐκ ἔρημος ἔσται καὶ κεχερσωμένη ἀλλ' οἶά τις παράδεισος εὐανθής τε καὶ εὐδενδρότατος, καλοῖς τε καὶ εὐγενέσι φυτοῖς κατάκομος, καὶ εὐκαρπίαν ἔχων τὴν νοητὴν, τοῦτ' ἔστιν εὐφροσύνην καὶ ἀγαλλίαμα, ἐξομολόγησίν τε καὶ φωνὴν αἰνέσεως. Σύνες ἐντεῦθεν ὅτι τῆς νομικῆς λατρείας ἀποφέρειν ἐπαγγέλλεται τοὺς ἐν τάξει φυτῶν ἐσομένους, καὶ τὸν νοητὸν πληροῦντας κῆπον, ὃν δὴ καὶ παράδεισον ὀνομάζει Θεοῦ. Πάλαι μὲν γὰρ ὁ Μωσέως νόμος βουθυτεῖν ἐκέλευε, καὶ μηλοσφαγεῖν, τρυγόνας τε προσάγειν Θεῷ, καὶ σεμίδαλιν ἐλαιόδευτον. Ἀλλ' οὐ διὰ τούτων ἔτι προσιτὸς ὁ τῶν ὅλων Θεὸς, ἀλλ' ὡς αὐτὸς ἔφη Χριστός· «Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Ἡ δὲ ἐν πνεύματι καὶ ἀληθείᾳ προσκύνησις, καὶ τῆς νοητῆς λατρείας ἡ δύναμις, εὐοσμίαν ἔχει τὴν πνευματικὴν εὐφροσύνην, καὶ ἀγαλλίαμα τῇ ἐλπίδι τῇ εἰς Χριστόν. Διακείμεθα γὰρ ὅτι καὶ μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ· συνεσόμεθά τε καὶ συμβασιλεύσομεν αὐτῷ, τεταγμένοι μὲν ἐν