Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1109
Not analysed yet
υἱοῖς Θεοῦ, καταπλουτήσαντες δὲ τὸ θεῖον αὐτοῦ καὶ ζωοποιὸν Πνεῦμα. Προσάγομέν τε καὶ ἡμεῖς εὐκαρπίαν νοητὴν αὐτῷ, τήν τε ἐξομολογίαν καὶ ᾠδὰς τὰς χαριστηρίους. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται Θεός. Ἀκούσατέ μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Ἀνάδειξ[ε]ιν ὑπισχνούμενος πλείστην τε καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν εἰς αὐτὸν πιστευόντων πληθὺν, οὕτω αὐτῇ προσδιαλέγεται, καθάπερ ἤδη συναγηγερμένῃ. Μυσταγωγεῖ δὲ λοιπὸν ὡς ἰδίους ὄντας προσκυνητὰς, ἵνα καὶ ἀληθὲς ὑπάρχειν ὁρῷτο τὸ γεγραμμένον περὶ αὐτῶν· «Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.» Ψάλλει γοῦν καὶ ὁ θεσπέσιος Δαβὶδ, ὧδέ τέ φησιν πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· «Μακάριος ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν.» Ἐπηγγέλλετο δὲ καὶ τῆς ἐπὶ τούτῳ φιλοτιμίας τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Καὶ δὴ καί φησι δι' ἑνὸς τῶν ἁγίων προφητῶν περὶ τῆς ἑαυτοῦ παρουσίας, τῆς γενομένης ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς, ὅτι «Ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ εἰς τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.» Ὀρθῶς δὲ καὶ τοῦτο συνεὶς ὁ πάνσοφος Παῦλος γράφει, καί φησι τοῖς τούτου τετυχηκόσιν· «Ἡ ἐπιστολὴ ἡ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ πνεύματι Θεοῦ ζῶντος.» Οὐκοῦν ἀκούσατέ μου, φησὶ, τοῦτ' ἔστι, τοὺς ἐμοὺς εἰσδέξασθε λόγους, καὶ μὴ καθάπερ ὁ Ἰσραὴλ ἐξήνιοι γένεσθε, τῇ τοῦ νομικοῦ γράμματος προσκείμενοι παλαιότητι, καὶ παρὰ τῶν τύπων ὁρῶντες οὐδέν. Μέχρι καιροῦ διορθώσεως ἡ διὰ Μωσέως τέθειται ἐντολὴ, φησίν. Ἐπειδὴ δὲ ὁ τῆς ἐνανθρωπήσεως οὐ προσδοκᾶται μᾶλλον, ἀλλ' ἐνέστηκεν ἤδη καιρὸς, μεταχωρείτω πρὸς ἀλήθειαν ἡ σκιά. Ἐμοῦ τοίνυν ἀκούετε, λαός μου. Λέγων δὲ, λαός μου, τὴν πνευματικὴν οἰκειότητα τὴν δωρηθεῖσαν αὐτοῖς ἐπὶ καιροῦ προΐσχεται, δυσωπῶν, ὥς γε οἶμαι, καὶ διὰ τούτου, καὶ προθυμοτέρους ἀποτελῶν εἴς γε τὸ χρῆναι, φημὶ, τὸν παρ' αὐτοῦ προσήκασθαι λόγον. Καλεῖ δὲ οὐχὶ μόνους τοὺς τελοῦντας ἐν λαοῖς, ἀλλὰ γὰρ σὺν αὐτοῖς καὶ βασιλέας, ἵνα τοὺς ἄρχοντας ἤτοι τοὺς τῶν λαῶν ἡγουμένους ἐννοῇς. Ἀπὸ γὰρ τῆς τῶν πιστευσάντων πληθύος παρεκομίσθησαν εἰς τοῦτο πολλοὶ, ὧν ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί· εἶτα μετ' ἐκείνους κατ' ἴχνος ἰόντες οἱ μετ' αὐτοὺς τὸ τῆς βασιλείας ὄνομα περιετέθησαν· ἅτε δὴ καὶ βασιλείας ὄνομα πεπλουτηκότες, τεταγμένοι δὲ καὶ εἰς τὸ καθηγεῖσθαι λαῶν. Καὶ γοῦν ὡς ἐκ πολλῆς ἄγαν χαρᾶς χαριστηρίους ᾠδὰς ἀνατείνουσι Θεῷ λέγοντες· «Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.» Ψάλλει δὲ περὶ αὐτῶν καὶ ὁ θεσπέσιος Μελῳδός· «Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ.» Ὦ τοίνυν λαοὶ καὶ βασιλεῖς,