Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1112.1
Not analysed yet
φησὶν, ἀκούσατέ μου, καὶ ἐνωτίσασθε, καὶ τί τὸ μέλλον ἐπαγγέλ[λ]εσθε. Νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Νόμον ἐν τούτοις τὸ θεῖόν τε καὶ εὐαγγελικὸν ὀνομάζει κήρυγμα. Καὶ γάρ ἐστιν ἑτεροειδὲς μὲν ὥσπερ τὸ θέσπισμα τὸ νέον τε καὶ σωτήριον· νόμου δὲ ὥσπερ ἀρχαίου μεταβολὴ πρὸς τὸ ἄμεινον, καὶ μετάστασις τύπων ἐκδεδραμηκότων πρὸς ἀλήθειαν. Ἔφη γοῦν ὁ Χριστός· «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Λέγω γὰρ ὑμῖν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.» Ἀλλ' ὁ μὲν ἐν γράμμασι νόμος ἐδόθη διὰ Μωσέως· κήρυγμα δὲ τὸ σωτήριον, τοῦτ' ἔστι τὸ εὐαγγελικὸν, ἐξῆλθε διὰ Χριστοῦ. Καὶ γὰρ ἦν ἀκόλουθον, Μωσέα μὲν τῆς σκιᾶς καὶ τύπου γενέσθαι διάκονον, ὡς ἔοικε, γνώσεώς τε καὶ ἀληθοῦς λατρείας τῆς ἐν πνεύματι φωτιστὴν γενέσθαι Χριστόν. Αὐτὸς γάρ ἐστι τὸ φῶς τὸ ἀληθινόν. Ἐπιφέρει δὲ τούτοις, ὅτι Ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Κρίσιν ἐνταῦθά φησιν ἢ τὴν ὁσίαν καὶ φιλάνθρωπον αὐτοῦ ψῆφον, τὴν ἐξενεγκοῦσαν εἰς φῶς ἐθνῶν τὴν παρ' αὐτοῦ χάριν, ἤγουν κρίσιν, τὴν εὐθύτητα καὶ δικαιοκρισίαν, ἤτοι τὴν δικαιοσύνην, τὴν εὐαγγελικὴν δηλονότι. Οὕτω γὰρ ὁ θεσπέσιος Δαβὶδ τῶν ἱερῶν κηρυγμάτων διαμέμνηται λέγων· «Σὺ ἡτοίμασας εὐθύτητα, κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Εἰ δὲ τὸ θεῖόν τε καὶ σωτήριον κήρυγμα πεποιῆσθαί φησιν ἐν Ἰακὼβ ἐν τούτοις, καὶ οὐχὶ μᾶλλον καὶ ἐν τοῖς ἑτέροις τῶν ἐθνῶν· ἀλλὰ χρὴ μεμνῆσθαι Θεοῦ λέγοντος ἐναργῶς· «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Καὶ μὴν καὶ διὰ φωνῆς αὐτοῦ τοῦ θεσπεσίου Δαβίδ· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ (δῆλον δὲ ὅτι Θεοῦ καὶ Πατρὸς) ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Ἦσαν μὲν γὰρ ἐξ Ἰσραὴλ οἱ πατέρες καὶ ἡ ἐπαγγελία, ἡ νομοθεσία τε καὶ ἡ διαθήκη. Ἐπειδὴ δὲ γεγόνασιν ἀποστάται δυσάγωγοι, καὶ Κυριοκτόνοι, μεταπεφοίτηκε λοιπὸν διὰ τοῦτο ἡ χάρις, καὶ γέγονεν εἰς φῶς τῶν ἐθνῶν ἁπάντων. Ἐγγίζει μοι ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν. Ἐμὲ νῆσοι ὑπομενοῦσι, καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν. Οὐκ ἐᾷ ταῖς ἀδικίαις καταμαραίνεσθαι τῶν κεκλημένων τὴν προθυμίαν, οὔτε μὴν εἰς χρόνους μακροὺς ἀνάκλησιν ἔσεσθαι τῆς ἐλπίδος φησὶν, ἀλλ' οἷον κατὰ πόδα τῶν λόγων τρέχουσαν ἀποφαίνει τὴν ὑπόσχεσιν. Ὁποῖόν ἐστι τὸ διὰ φωνῆς Ἀμβακοὺμ, ἤτοι πρὸς αὐτὸν εἰρημένον παρὰ Θεοῦ· «Ἔτι μικρὸν, ἔτι μικρὸν ὁ ἐρχόμενος ἤξει, καὶ οὐ χρονιεῖ.» Αἱ γὰρ τῶν ἀγαθῶν ἐλπίδες, παρὰ τῶν προσδοκώντων αὐτὰς διψώμεναι, τῷ μελλησμῷ κατατήκουσι. Ταύτῃτοί φησιν ἐγγίζειν ἑαυτοῦ τὴν δικαιοσύνην. Καὶ εἰ μὲν τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς τοὺς ἐπὶ τῷδε λόγους ἀνάπτειν ἐθέλοιμεν, φαμὲν ὅτι δικαιοσύνην αὐτοῦ τὸν Υἱὸν ἀποκαλεῖ. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἃ ἡμεῖς ἐποιήσαμεν, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Ἀφίκετο γὰρ εἰς τόνδε τὸν κόσμον, οὐχ ἵνα κρίνῃ μᾶλλον αὐτὸν, ἀλλ' ἵνα σωθῇ δι' αὐτοῦ. Ἐσώθη δὲ οὐχ ἑτέρως πλὴν ὅτι