Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1113
Not analysed yet
διὰ πολλῆς ἡμερότητος. Ἔφη γὰρ, ὅτι «Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι.» Καὶ πάλιν· «Καὶ σὺ, Ἰσραὴλ, μὴ ἐπιλανθάνου μου. Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου.» Ψάλλει δὲ καὶ Δαβὶδ, καὶ δὴ καί φησι πρὸς αὐτόν· «Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ, ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.» Οὐκοῦν ἐν τῇ τοῦ Θεοῦ καὶ Πατρὸς δικαιοσύνῃ, τοῦτ' ἔστιν, ἐν Χριστῷ, σεσώσμεθά τε καὶ ἡγιάσμεθα, τοὺς τῆς φαυλότητος ῥύπους ἀπονιψάμενοι. Εἰ δὲ αὐτὸς εἴη Χριστὸς ὁ λέγων τὸ, Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, δικαιοσύνην οὐδὲν ἧττον συνήσεις ἐν τούτοις, ἢ τὴν παρ' αὐτοῦ δικαιοῦσαν χάριν, ἤγουν τὸ εὐαγγελικὸν καὶ οὐράνιον κήρυγμα, δι' οὗ τῆς ἀρεσκούσης αὐτῷ δικαιοσύνης ἐγνώκαμεν τὴν ὁδὸν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀνδραγαθημάτων πεποδηγήμεθα, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον· «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.» Τὴν δέ γε δικαιοσύνην καὶ σωτήριον ὀνομάζει, καὶ μάλα εἰκότως. Παντὸς γὰρ ἡμᾶς ἐξέλκει κακοῦ, καὶ τῶν τοῦ θανάτου δεσμῶν ἀπαλλάττουσα πρὸς ζωὴν ἀναφέρει τὴν ἀμήρυτον. Ὑπισχνεῖται δέ τι καὶ ἕτερον. Ἔθνη γὰρ ἐλπιοῦσι, φησὶν, εἰς τὸν βραχίονά μου. Καὶ μὴν καὶ νήσους ὑπομένειν αὐτὸν διισχυρίζεται. Πάλαι μὲν γὰρ τῶν ἐθνῶν ἡ πληθὺς, δεσμοῖς ἀῤῥήκτοις ἐνειλημμένη, τοῖς τῆς ἁμαρτίας, φημὶ, καὶ ταῖς τοῦ παμπονήρου καὶ ἀρχεκάκου δράκοντος ὑπενεχθεῖσα πλεονεξίαις αἰχμάλωτος ἦν, καὶ ἐν ἐσχάταις ταλαιπωρίαις ἀνεπικούρητος οὖσα παντελῶς. Οὐ γὰρ ἦν ὁ ἀπαλλάξαι δυνάμενος τῆς οὕτω πικρᾶς καὶ ἀφύκτου συμφορᾶς· οὐκ ἦν ὁ τὸν τῆς πλεονεξίας συνθραύων ζυγὸν, ἀλλ' ἦσαν, ὡς ἔφην, ἐν δορυκτήτων μοίρᾳ, γυμνοὶ μὲν ἁπάσης ἐλπίδος τῆς ἀναφερούσης εἰς ζωὴν, ἔρημοι δὲ παντὸς ἀγαθοῦ πράγματος. Οἱ γὰρ ὅλως τὸν φύσει καὶ ἀληθῶς ὄντα Δεσπότην οὐκ ἐγνωκότες, ἄθεοι πάντως που καὶ ἐλπίδα μὴ ἔχοντες διετέλουν ἐν κόσμῳ, κατὰ τὴν τοῦ μακαρίου φωνὴν Παύλου. Ἀλλ' οἱ πάλαι, φησὶν, ἀσθενεῖς, καὶ οἷον εἰς γῆν ἐῤῥιμμένοι, τὸν ἐμὸν βραχίονα λαβόντες εἰς σωτηρίαν τὴν ἀδόκητον κερδανοῦσιν ἐλπίδα. Βραχίονα δὲ τοῦ Πατρὸς τὸν Υἱὸν ὀνομάζει πανταχοῦ τὸ Γράμμα τὸ ἱερόν. Δύναμις γάρ ἐστιν αὐτοῦ. Εἰ δὲ δὴ βούλοιτό τις καὶ τὸν αὐτοῦ τοῦ Υἱοῦ βραχίονα νοεῖν, ἐφ' ὃν ἡ τῶν ἐθνῶν ἐλπὶς ἔσται καλουμένων εἰς σωτηρίαν, τὴν αὐτοῦ συνήσεις δύναμιν τὴν θεοπρεπῆ καὶ ἐξαίσιον, δι' ἧς συντρίψει τὸν Σατανᾶν καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, σέσωκε τοὺς ἐξ ἐθνῶν. Ἔφη γὰρ αὐτός· «Ἢ πῶς δύναταί τις εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθεῖν, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσῃ τὰ σκεύη αὐτοῦ;» Ἔφη δὲ καὶ ὁ Δαβίδ· «Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον, καὶ ἐν τῇ ἰσχύϊ τοῦ βραχίονός σου διεσκόρπισας τοὺς ἐχθρούς σου.» Ἐλπὶς οὖν ἄρα Χριστὸς καὶ σωτηρίας ὁδὸς οὐχὶ