Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1116.1
Not analysed yet
μόνοις γέγονε τοῖς ἐξ Ἰσραὴλ, ἀλλὰ γὰρ καὶ πᾶσι τοῖς ἔθνεσιν· ὃν δὴ καὶ ὑπομενοῦσι νῆσοι. Καὶ νήσους, ὥς γε οἶμαι, φησὶ τὰς ἐξ ἐθνῶν ἐκκλησίας, αἳ καθάπερ ἐν μέσῃ θαλάττῃ κείμεναι, ταῖς τῶν πραγμάτων προσβολαῖς ὡς ὑπὸ κυμάτων πληττόμεναι, τὸν τῆς εὐδοκιμήσεως στέφανον ἀποφέρονται διὰ τῆς ὑπομονῆς. Κατεργάζεται γὰρ ἡ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Οὐκοῦν τὸ ὑπομένειν Θεὸν νοηθείη ἂν ἕτερον οὐδὲν, πλὴν ὅτι διὰ καρτερίας καὶ ὑπομονῆς εὐαρεστεῖν αὐτῷ, καὶ τῆς παρ' αὐτοῦ φειδοῦς τε καὶ ἐποπτείας ἀξιοῦσθαι διὰ τοῦτο. Γέγραπται γὰρ, ὅτι «Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.» Ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποθανοῦνται. Τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλείπῃ. Εἰς ἐλπίδα τοῖς ἔθνεσιν ἑαυτὸν ἔσεσθαι λέγων, ἀναγκαίαν αὐτοῖς ἐξυφαίνει τὴν μυσταγωγίαν. Οὐ γὰρ ἦν ἑτέρως δύνασθαι κολλᾶσθαι Θεῷ κατ' οἰκειότητα τὴν πνευματικὴν, τοὺς οὐκ εἰδότας αὐτὸν, πλὴν ὅτι διὰ τοῦ τῆς ἀρχαίας ἀπαλλάττεσθαι πλάνης, καὶ βρόχων ἔξω γενέσθαι καὶ σκαιότητος διαβολικῆς, καταπλουτῆσαι δὲ τὴν ἀληθῆ καὶ ἀμώμητον περὶ Θεοῦ γνῶσιν. Εἰσβολὴ γὰρ ὥσπερ τῆς εἰς Θεὸν οἰκειότητος τὸ εἰδέναι τε σαφῶς καὶ ὁμολογεῖν, ὅτι Θεὸς ἕτερος παρ' αὐτὸν οὐδείς. Οὐκοῦν ἐπειδήπερ ᾤοντο μὲν Θεὸν εἶναι τὸν οὐρανὸν, καὶ τοῖς τῶν ἄστρων περιφανεστέροις προσκυνεῖν ἀνεπείθοντο, καὶ αὐτὴν δὲ τὴν ὑπὸ πόδας ἁπάντων κειμένην ἐσέβοντο γῆν, ἀποφοιτήσαντες ὁλοτρόπως τῶν τῆς εὐσεβείας δογμάτων, καὶ τίς ὁ φύσει τῶν ὅλων Θεὸς, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ οὐκ ὄντα ποτέ· ταύτῃτοί φησιν, ἑτεροφυᾶ τὴν κτίσιν ὡς πρὸς ἑαυτὸν ἀποφαίνων· καὶ ἀσύγκριτον οὖσαν τὴν διαφορὰν ποιητοῦ καὶ ποιήματος εὖ μάλα διαδεικνὺς, ἐπαίρειν κελεύει τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν, τοῦτ' ἔστιν, αὐτὸ κατασκέπτεσθαι τὸ στερέωμα καὶ τὰ ἐν αὐτῷ, κατιέναι δὲ πάλιν τὸν νοῦν καὶ εἰς τὴν γῆν, ἤτοι πρὸς θεωρίαν τῶν ἐν αὐτῇ, ζώων τε, φημὶ, καὶ ἁπαξαπλῶς ἀπάντων τῶν ἐν αὐτῇ, κἂν εἰ ἕλοιντο θαυμάζειν αὐτὸν, μὴ μέχρι τούτου στῆσαι τὸν νοῦν, ἀλλ' ἐκ τῆς τῶν ἔργων μεγαλειότητος ἀναμετρεῖν τοῦ τεχνησαμένου τὴν δύναμιν, καὶ τοῦ πάντων γενεσιουργοῦ τὴν ὑπερτάτην καὶ ἄῤῥητον δόξαν. Εἰθίσμεθα δέ πως τὴν περὶ Θεοῦ γνῶσιν συλλέγειν ἀπὸ τῆς θεοπνεύστου Γραφῆς, καὶ ἐκ τῆς τῶν κτισμάτων μεγαλουργίας τε ὁμοῦ καὶ τάξεως. Γελᾷ γοῦν ὁ Παῦλος τοὺς παρ' Ἕλλησι σοφοὺς, ὅτι σοφίας δόκησιν καίτοι ἑαυτοῖς περιπλάττοντες, ἀβελτηρίας ἁπάσης ἀνάμεστον ἔχουσι τὴν καρδίαν. «Ἐσεβάσθησαν γὰρ, φησὶ, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.» Ἐπιτιμᾷ γοῦν καὶ ἑτέροις, ὡς ἐπιστρέφουσι πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου, καὶ δουλεύειν αὐτοῖς ἐθέλουσι παρὰ τὸ εἰκός. Ὅτι γὰρ τοῖς νουνεχεστέροις οὐ τοῦ πλανᾶσθαι πρόφασιν ἂν ἐντέκοι τῆς δημιουργίας τὸ κάλλος, ἀφορμὰς δὲ γνώσεως ἀληθοῦς τῆς περὶ Θεοῦ, διεσά-