Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1117
Not analysed yet
φησεν εἰπών· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Οὐκοῦν ὅταν θαυμάσητε, φησὶ, στερεωθέντα τὸν οὐρανὸν, καὶ οἷον ἐν εἴδει καπνοῦ ὁρώμενον, ἀλλ' ἴστε, φησὶν, ὅτι πρὸς τὸ εἶναι παρενηνεγμένα λυθήσονται πάλιν. Τὰ γὰρ ἀρχὰς γενέσεως ἔχοντα καταλήξει πάλιν εἰς τὸ οὐκ εἶναί ποτε. Παλαιωθήσεται τοίνυν ἡ γῆ, φησὶ, τοῦτ' ἔστιν, ἀφανισθήσεται, καὶ οἱ κατοικοῦντες αὐτὴν ἀποθανοῦνται, καθάπερ ταῦτα. Θάνατον δὲ τῶν στοιχείων εὐφυῶς ὀνομάζει τὴν εἰς τὰ ἀμείνω μεταβολήν. Ὡς γὰρ ὁ Παῦλός φησιν, ὅτι «Καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.» Ἐλευθερωθήσεται δὲ τίνα τρόπον; σαφηνιεῖ λέγων ὁ Χριστοῦ μαθητής· «Ἥξει γὰρ ἡμέρα Κυρίου ὡς κλέπτης, ἐν ᾗ μὲν οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσονται, γῆ δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαυθήσονται πάντα· καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.» Οὐκοῦν τὸν τῆς κτίσεως ἀνακαινισμὸν οἷον ἐκ νεκρῶν ἀνάστασιν, καθάπερ ἐπὶ σωμάτων τῶν ἀνθρωπίνων ἔσεσθαί φησι. Λυομένων δὲ τῶν στοιχείων τὸ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, φησὶν, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλείπῃ. Σωτήριον μὲν οὖν καὶ δικαιοσύνην, καθάπερ πλειστάκις εἴπομεν, ἀποκαλεῖ τὸν Υἱόν· ἑαυτοῦ δὲ λέγων αὐτὸν, τὴν ἰδιότητα δείκνυσιν, ἣν ἔχει πρὸς αὐτὸν, ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν ὁ Υἱός. Πλὴν εἰς τὸν αἰῶνα ἔσται, φησὶ, καὶ οὐ μὴ ἐκλείπῃ. Ὅση δέ τίς ἐστιν ἡ διαφορὰ δημιουργοῦ τε καὶ κτίσεως, ποιητοῦ καὶ ποιήματος, ἐμφανίζει διὰ τούτων· Ἡ μὲν γὰρ κτίσις παλαιωθήσεται, καὶ ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενηνεγμένη οὐκ ἀμέτοχος ἔσται καὶ φθορᾶς. Ὁ δέ γε τῶν ὅλων γενεσιουργὸς καὶ τεχνίτης Θεὸς Λόγος, ὁ δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, εἰς τὸν αἰῶνα ἔσται, καὶ οὐ μὴ ἐκλείπῃ. Τοῦτο διδάσκει λέγων καὶ ὁ θεσπέσιος Μελῳδὸς, «Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαός μου, οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ αὐτῶν· οὐ μὴ φοβηθήσεσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε. Ὥσπερ γὰρ ἱμάτιον παλαιωθήσεται ὑπὸ τοῦ χρόνου, καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν. Μυσταγωγήσας τοὺς ἐξ ἐθνῶν, καὶ τὸν ἁπλούστερον αὐτοῖς ἐοικότα τε ταῖς αὐτῶν διανοίαις ἐξυφήνας λόγον (γάλα γὰρ τοῖς ἔτι τὴν ἕξιν νηπιάζουσι πρεπωδέστερον) διαλέγεται πάλιν τοῖς ἀνδρείοις ἤδη, καὶ εὐσθενεστέραν ἔχουσι τὴν καρδίαν, καὶ εὖ βεβηκότα τὸν νοῦν . . . . . . . . . . . . . . εἴ . . . . . . . . . τληπαθεῖν . . . καὶ εὐσεβείας οὐδὲν ἡγεῖται . . . . . .