Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1120
Not analysed yet
Τίνες δ' ἂν εἶεν οὗτοι, ἐναργὲς εἰπών· Οἱ εἰδότες κρίσιν, τοῦτ' ἔστιν, οἱ καθάπερ τινὲς τραπεζῖται δόκιμοι, τῶν πρακτέων ἕκαστα δοκιμάζοντες, καὶ ἀκριβῶς διακρίνοντες, καὶ τὸ μὲν καλὸν κατέχοντες, ἀπεχόμενοι δὲ ἀπὸ παντὸς πονηροῦ πράγματος. Οὗτοι δέ εἰσιν οἱ τὸν νόμον τοῦ Θεοῦ εἰς νοῦν ἔχοντες καὶ καρδίαν, καὶ ὥσπερ τινὰ παιδαγωγὸν καὶ ἰθυντῆρα σοφὸν αὐτὸν δέχεσθαι μεμελετηκότες. Ψάλλει γοῦν ὁ Δαβὶδ καί φησι περὶ παντὸς δικαίου καὶ σοφοῦ, ὅτι «Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.» Πρᾶγμα δὴ οὖν σωτήριον, τὸ εἰς νοῦν ἡμῶν καὶ καρδίαν ἀπόθετον ὥσπερ τὸν θεῖον ποιεῖσθαι νόμον. Ὥσπερ γὰρ ἐξ ὕλης χαλκῆς, ἤγουν ἑτέρας τινὸς τοιαύτης, ἄγγος κατεσκευασμένον, εἶτα πῦρ ἐνσεσωρευμένον ἔχον διαμένει θερμὸν, οὕτω καὶ ἀνθρώπου ψυχὴ τὸν θεῖον εἰς νοῦν ἔχουσα νόμον ζέει πάντως τῷ πνεύματι. Φησὶ δέ τις τῶν ἁγίων μαθητῶν, διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἀποψυχθήσεσθαι τὴν ἀγάπην τῶν πολλῶν. Ἀκούσατε τοίνυν, φησὶν, οἱ εἰδότες κρίσιν, καὶ τὸν ἐμὸν ἐν καρδίᾳ φοροῦντες νόμον. Μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε Πάντες μὲν γὰρ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται· πάσχοντες δὲ δι' εὐλάβειαν, τοὺς παρὰ τῶν οὐκ εἰδότων αὐτὴν τωθασμοὺς ὑπομένουσιν. Ἀλλ' οὐδὲν ἡγεῖσθαι τὰ τοιαῦτα χρὴ, νοεῖν δὲ μᾶλλον, ὅτι καὶ αὐτὸς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Καὶ διὰ τοῦτο ἔφασκεν· «Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν κύριον αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πολλῷ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ·» ἕτι τε πρὸς τούτοις· «Μακάριοί ἐστε ὅταν διώξωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.» Χρὴ τοιγαροῦν ὑμᾶς ἄθραυστον ἔχειν περὶ ταῦτα νοῦν, καὶ διαπτύειν ὡς ἕωλον τὸν τῶν διωκόντων γέλωτα, καὶ λοιδορίας μὲν ἁπάσης ὑπερφρονεῖν, ἡγεῖσθαι δὲ μᾶλλον πάσης εὐκλείας πρόφασιν τὸ διώκεσθαι δι' εὐσέβειαν, καὶ τὸ λοιδορεῖσθαι διὰ Χριστόν. Τί γὰρ ὕβρις ἀδικήσει, καὶ λόγος ἀναβρασθεὶς ἐξ ἀσυνέτου καρδίας τὸν εὐδοκιμοῦντα δι' ὑπομονῆς; Ὅτι γὰρ τὸ μὲν τῶν παθόντων εὐκλεὲς ἐκλάμψει κατὰ καιροὺς, οἰχήσονται δὲ πρὸς τὸ μηδὲν οἱ φαυλίσαντές τε καὶ ὀνειδίσαντες, πεπληροφόρηκεν εἰπὼν, ὅτι Ὥσπερ ἱμάτιον παλαιωθήσονται ὑπὸ χρόνου, καὶ ὡσεὶ ἔριον βρωθήσονται ὑπὸ σητός. Ἑτοιμότατα δὲ πρὸς τὸ παθεῖν τὴν παλαίωσίν τε καὶ σῆψιν, ἔριόν τε καὶ ἱμάτιον. Ἀλλ' ἡ δικαιοσύνη μου, τοῦτ' ἔστιν ἡ παρ' ἐμοῦ δικαίωσις, καὶ ἡ δοθησομένη σωτηρία μακρὰ καὶ ἀμήρυτος ἔσται, καὶ εἰς γενεὰς δραμεῖται πολλὰς, τοῦτ' ἔστι, στήσεται διηνεκῶς. Οὐκοῦν ὀλίγα παθόντες δι' εὐσέβειαν, ἀμφιλαφεστέραν εὑρήσομεν τὴν ἀντιμισθίαν. Καὶ μαρτυρήσει λέγων ὁ πάνσοφος Παῦλος, ὅτι «Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν, βάρος δόξης