Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.113
Not analysed yet
Δράσομεν δὲ τοῦτο διὰ Χριστοῦ νευρούμενοι, καὶ τῆς ἑαυτῶν διανοίας ἐκπέμποντες διαλογισμοὺς πονηροὺς, ἐπιθυμίας αἰσχρὰς, καὶ πᾶν εἶδος φαυλότητος. Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Εἰς νῆψιν ἐγείρει πάλιν, καὶ δοκιμαστὰς εἶναι τῶν πραγμάτων βούλεται, οὐ χρηστολογίαις ἁπλῶς χαυνοῦσθαι πρὸς ῥᾳθυμίαν. Περιφοιτῶντες μὲν γὰρ οἱ Φαρισαῖοι τοὺς τῶν Ἰουδαίων οἴκους χρηστοεπεῖν ἐπεχείρουν, ηὐλογημένον τε λαὸν ὠνόμαζον, καὶ κλῆρον Θεοῦ. Καὶ τάχα που τὸ διὰ φωνῆς τοῦ Βαροὺχ ἐπεφώνουν αὐτοῖς· «Μακάριοί ἐσμεν, Ἰσραὴλ, ὅτι τὰ ἀρέσκοντα Θεῷ γνωστὰ ἡμῖν ἐστιν.» Ἵνα γοῦν προσεπάγοιεν τάς τε ἐκ νόμου τεταγμένας αὐτοῖς δωροφορίας, καὶ μὴν καὶ δεκάτας, ἤγουν ἀπαρχὰς ἐσκήπτοντο χρηστολογεῖν, εὐπρόσιτοί τε εἶναι πολλάκις ἤθελον, καὶ τὸ ἡμεροφανὲς ἐπετήδευον· κερδῶν δὲ ἔνεκα καὶ λημμάτων καὶ αὐτὸν ἐδίδασκον παραλύειν τὸν νόμον τοὺς ὑπὸ χεῖρα λαούς. ᾘτιᾶτο γοῦν αὐτοῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὡς ἀκυροῦντας τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν ἑαυτῶν παράδοσιν. Πλανῶσι τοίνυν ὑμᾶς, φησὶν, οἱ μακαρίζοντες ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Οὐ γὰρ ἐῶσιν ὀρθοποδεῖν. Παρεξάγοντες δὲ ὥσπερ τῆς εὐθείας ὁδοῦ κατὰ κρημνῶν φέρουσι καὶ βόθρων. Ὁδὸς δὲ ἡ εὐθεῖα, καὶ ὁμαλὴ, ἡ εἰς Χριστὸν οἰκείωσις διὰ πίστεως. Ἐπειδὴ δὲ ᾔδεσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, ὅτι τῆς διὰ Μωσέως καταργουμένης ἐντολῆς, ἔξω κείσονται κερδῶν καὶ λημμάτων, συνετάραττον ὥσπερ τὴν τρίβον τῶν ποδῶν τοῦ λαοῦ, τὸν Χριστοῦ λόγον κατακιβδηλεύοντες, καὶ ταῖς τοῦ νόμου σκιαῖς προσκεῖσθαι κελεύοντες. Τετολμήκασι γὰρ εἰπεῖν οἱ δείλαιοι· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν·» καὶ πάλιν· «Εἰ ἦν οὗτος ἀπὸ Θεοῦ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον.» Καὶ τὸ ἔτι τούτων δυσσεβέστερον, τοῖς γὰρ ἐθέλουσιν ἀκροᾶσθαι Χριστοῦ, καὶ τοῖς παρ' αὐτοῦ προσκεῖσθαι λόγοις, ἀνοσίως ἔφασκον· «Δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;» Δεῖν δὲ δὴ καὶ ἑτέρως ὑπολαμβάνω τὸν πνευματικὸν ἄνθρωπον καὶ τὸν ἀρετῆς ἐργάτην παραιτεῖσθαι σφόδρα τοὺς εἰς νοῦν καὶ καρδίαν μακαρίζοντας αὐτὸν λογισμούς. Δεινὸς γὰρ ὑπάρχων εἰς κακουργίαν ὁ Σατανᾶς, ὅτε τοὺς εὐδοκιμοῦντας τῆς αὐτοῖς φιλαιτάτης ζωῆς τε καὶ πολιτείας κατακομίζειν οὐ δύναται, πρὸς τὸ αὐτῷ δοκοῦν ἑτέρῳ παραλύειν πειρᾶται τρόπῳ. Ἐπαινεῖ γὰρ ὡς κατωρθωκότας, ἀποδέχεται δὲ ὡς ἁγίους λοιπὸν, μακαρίζει δὲ καὶ ὡς φίλους ἤδη γεγονότας Θεοῦ, καὶ εἰς λῆξιν ἁπάσης ἀρετῆς ἀναβεβηκότας. Εἶτα τὸ τῆς ὑπεροψίας αὐτοῖς πάθος ἐντεκὼν, προσκρούειν παρασκευάζει τῷ Θεῷ, καὶ κατασείει λοιπὸν καθάπερ τι φυτὸν ἐκ βάθρου. Οὐ γὰρ ἠγνόηκεν, ὅτι ταπεινοῖς μὲν δίδωσι χάριν ὁ τῶν ὅλων Θεὸς, ἀντιτάσσεται δὲ τοῖς ὑπερηφάνοις. Παραιτητέον τοίνυν, ὡς ἔφην, τοὺς εἰς νοῦν ἔσω καὶ καρδίαν μακαρίζοντας ἡμᾶς λογισμούς. Οἱ γάρ τοι τὴν εὐθεΐαν ἡμᾶς οὐκ ἐπιτρέπουσι διάττειν ὁδὸν, δι' ἧς ἄν