Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1121
Not analysed yet
κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.» Ἐξεγείρου, ἐξεγείρου, Ἱερουσαλὴμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου. Ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. Ἔοικεν ἐν τούτοις τῆς τοῦ Ἰσραὴλ κλήσεώς τε καὶ ἐπιστροφῆς ποιεῖσθαι μνήμην. Κεκλήσεται γὰρ καὶ αὐτὸς εἰς ἐπίγνωσιν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Ἰησοῦ Χριστοῦ μετά γε τὴν τῶν ἐθνῶν εἰσδρομήν. Γέγραπται γοῦν ἐν προφήταις· «Διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὔτε ἱερατείας, οὔτε δήλων· καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ' ἐσχάτου ἡμερῶν.» Ὅτι γὰρ ἐν τούτοις ὁ προφήτης Δαβὶδ ὀνομάζει τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν, ἐνδοιάσειν οἶμαι παντελῶς οὐδένα. Τεθνεῶτος γὰρ ἤδη τοῦ θεσπεσίου Δαβὶδ, πολλοῖς ὕστερον χρόνοις οἱ τῆς προφητείας γεγόνασι λόγοι. Οἶδε δὲ καὶ ὁ πάνσοφος Παῦλος ἐσομένην κατὰ καιροὺς τῶν ἐξ αἵματος Ἰσραὴλ τὴν διὰ πίστεως κλῆσιν. Ἔφη γὰρ αὐτὸς ποτὲ μὲν, ὅτι «Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται·» ποτὲ δὲ καὶ αὐτοῖς τοῖς ἐξ ἐθνῶν πιστεύσασι προσδιαλέγεται, καί φησιν, ὡς περὶ φυτοῦ καὶ ἐλαίας· «Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, ἵνα σὺ ἐγκεντρισθῇς, μὴ κατακαυχῶ τῶν κλάδων.» Οὐ γὰρ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ' ἡ ῥίζα σέ. Ὥσπερ γὰρ σὺ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, οὕτω καὶ αὐτοὶ οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ. Ὦ τοίνυν Ἱερουσαλὴμ, φησὶν, ἐξεγείρου. Τοῦτο, οἶμαι, ἐστὶν ἐναργῶς, ὃ δὴ γέγραφέ τισιν ὁ ἱερώτατος Παῦλος· «Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» Διαγρηγόρησον τοίνυν, ἤγουν ὡς ἐκ νεκρῶν ἐγέρθητι, φησίν· ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου, καὶ οὐκ αἰσθητοῦ βραχίονος, νοητοῦ δὲ μᾶλλον, τοῦ τῆς ψυχῆς, καθ' ἥν ἐστιν ἐναργῶς εἰς κατόρθωσιν ἀρετῆς. Ἠσθένησε μὲν γὰρ ὁμολογουμένως ὁ Ἰσραὴλ ἐμπαροινήσας Χριστῷ, ἐπιστραφεὶς δὲ καὶ ἀνανήψας ἐνδύσεται πάλιν τὴν παρὰ Χριστοῦ δύναμιν. Καὶ τοῦτο ἦν ἄρα τὸ πρὸς αὐτὸν εἰρημένον δι' ἑνὸς τῶν ἁγίων προφητῶν, Ἐπιστράφηθι, Ἰσραὴλ, πρὸς Κύριον τὸν Θεόν σου, διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου. Εἴρηται δὲ καὶ περὶ αὐτῶν διὰ φωνῆς Ἱερεμίου παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῇ πατέρες, καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.» Ἀποπέπτωκε γὰρ ὁλοτρόπως ὁ Ἰσραὴλ, διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, τοῦ καὶ ὅλως δύνασθαί τι πληροῦν τῶν τελεῖν εἰωθότων ἐξαίρετον ζωήν. Ἀλλ' ἐξεγείρου, φησὶν, ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς ἐν γενεᾷ αἰῶνος, ὥστε σε πρὸς τοῦτο δραμεῖν, καὶ ἀναφοιτῆσαι πάλιν εἰς ὅπερ ἦσθα