Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1124
Not analysed yet
καὶ ἐν ἀρχαῖς, ὅτε παρήχθη πρὸ, ὕπαρξιν ἡ ἀνθρώπου φύσις, ἤγουν ὁ πρῶτος ἄνθρωπος, πρὶν ἁλῶναι βρόχοις σκαιότητος διαβολικῆς, καὶ ποιήσασθαι παρ' οὐδὲν τὴν δοθεῖσαν ἐντολήν. Ἀναμορφοῖ μὲν γὰρ ἡμᾶς εἰς ἐκεῖνον Χριστὸς, καὶ τὸ ἀρχαῖον τῆς φύσεως κάλλος ἐν ἡμῖν ἀναζωγραφεῖ, τοὺς ἑαυτοῦ χαρακτῆρας ἐντιθείς· γεγόναμεν γὰρ κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ. Γράφει γοῦν ὁ πανάριστος Παῦλος τοῖς μετὰ τὴν πίστιν εἰς τὴν τοῦ νόμου σκιὰν ἐξ ἀμαθίας παρενηνεγμένοις· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὖ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Οὐ σὺ εἶ ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις καὶ λελυτρωμένοις; Εἰς ἀνάμνησιν ἀναφέρει τὸν Ἰσραὴλ τῶν ἐν Αἰγύπτῳ μεγαλουργημάτων. Ἠλευθέρωσε μὲν γὰρ σκληρᾶς καὶ ἀφύκτου δουλείας αὐτοὺς, ἐξείλετό τε χειρὸς τῆς καταθλιβούσης οὐ φορητῶς, διεβίβασέ τε διὰ θαλάσσης μέσης. Ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα, καὶ πορεύσιμον ἦν τοῖς λελυτρωμένοις τὸ ῥόθιον· ἔτρεχον γὰρ ὡς ἐπὶ ξηρᾶς. Καὶ οὐκ αὐτῶν μὲν ἔργα ταυτὶ, παραδοξοποιίας δὲ μᾶλλον ἐπίδειξις τῆς πανσθενεστάτης δεξιᾶς. Θεὸς γὰρ ἦν, ὡς ἔφην, ὁ βάσιμον αὐτοῖς ἀποφαίνων τὴν ὑγράν. Πλὴν ὡς αὐτῆς ἔργα τῆς Ἱερουσαλὴμ τὰ δι' αὐτὴν γεγονότα φησὶν, ὁμοῦ καὶ θαῤῥεῖν ἀναπείθων, ὅτι πιστεύσαντες εἰς Χριστὸν παντὸς περιέσονται πειρασμοῦ, καὶ πάσης ἰσχύος ἐχθροῦ κατευμεγεθήσουσιν. Ὁ γὰρ πάλαι διαγαγὼν αὐτοὺς ἐπὶ θαλάσσης μέσης, καὶ ὁδὸν διαβάσεως τοῖς ῥυομένοις καὶ λελυτρωμένοις ἀποφήνας αὐτὴν, ἀποσοβήσει πάλιν πανσθενῶς, καὶ τὰ ἐσόμενα παρά τινων ἔσθ' ὅτε διώξει. Γέγραπται γὰρ, ὅτι «Πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται.» Οὐκοῦν Θεός ἐστιν ὁ λέγων πρὸς τὴν Ἱερουσαλήμ· «Οὐ σὺ εἶ ἡ ἐρημοῦσα θάλασσαν;» καὶ τὰ ἑξῆς. Ἤγουν καὶ καθ' ἕτερον συνήσεις τρόπον τῶν προκειμένων τὴν δύναμιν. Ἐπειδὴ γὰρ κέκληται πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, λέγοντος τοῦ Θεοῦ καὶ Πατρός· «Ἐξεγείρου, Ἱερουσαλὴμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου·» διαγρηγορήσασα τρόπον τινὰ, καὶ εἰς ἀνάμνησιν ἀνενηνεγμένη τῆς ἰσχύος αὐτῆς, προσδιαλέγεται, καί φησιν αὐτῇ· Οὐ σὺ εἶ ἡ ἐρημοῦσα θάλασσαν, καὶ τῆς ἀβύσσου πλῆθος; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως τοῖς ῥυομένοις καὶ λελυτρωμένοις ἡμῖν, ὁδὸν ἀποφήνασα τὴν διὰ κυμάτων; Καὶ εἰκός γε δήπου, τῶν ἤδη γεγενημένων τὴν πεῖραν εἰς πίστιν ἀκλόνητον τῶν ἑξῆς ἐσομένων δεδέχθαι παρ' αὐτῶν. Ὁ γὰρ διὰ μέσης θαλάσσης διαγαγὼν αὐτοὺς, καταργήσει πάντως καὶ τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τῶν ἐν κόσμῳ πραγμάτων τὴν εἰκαίαν τε καὶ ἄμικτον τύρβην ἕωλον ἀποφανεῖ, ὡς κατὰ μηδένα τρόπον ἐναποπνιγῆναι φροντίσι κοσμικαῖς τὰς τῶν κεκλημένων ψυχάς· ἀλλ' ἐπέκεινα μὲν διελάσει πειρασμοῦ παντὸς, σεσωσμένους δὲ καὶ λελυτρωμένους δοξολογεῖν αὐτὸν λέγοντας· «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος. Ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.»