Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1125
Not analysed yet
Δεξιὰ δὲ καὶ βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς, οὐχ ἕτερος ἂν εἴη τις παρά γε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν μετ' εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου. Ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐφροσύνη καταλήψεται αὐτούς· ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Διαπλάττει πάλιν τοῦ λόγου τὸ σχῆμα κατὰ τὴν τῶν ἤδη συμβεβηκότων αὐτοῖς δύναμιν. Πολυτρόπως γὰρ Θεῷ προσκρούοντες, καὶ ταῖς τῶν εἰδώλων λατρείαις καθάπερ τισὶ βόθροις ἐνολισθήσαντες, οὐ μετρίως κατεμιαίνοντο· παρωσάμενοι δὲ καὶ τὴν τοῦ πανσόφου Μωσέως ἐντολὴν, ἐτράποντο πρὸς διδασκαλίαν καὶ ἐντάλματα ἀνθρώπων. Τούτων ἕνεκα πάντων δέδονται κατὰ καιροὺς τοῖς Βαβυλωνίοις, καὶ ἦσαν αἰχμάλωτοι τὴν Περσῶν τε καὶ Μήδων νεμόμενοι χώραν. Ἀλλ' ἠλέηνται πάλιν. Κύρου γὰρ ἀνέντος αὐτοὺς κατὰ βούλησιν Θεοῦ, καὶ ἀποτρέχειν αὐτοῖς ἐφέντος, εἰς τὴν Ἰουδαίαν ἀνεκομίζοντο χαίροντες, καὶ ἀλαλάζοντες, καὶ τὰς εἰς Θεὸν ὑμνῳδίας οἷά τινα στέφανον ἔχοντες ἐπὶ κεφαλῆς. Οὐκοῦν ὡς ἀπό γε τῶν ἱστορικῶς γεγονότων, καὶ τὴν ἐπὶ ταῖς τελευταίαις κλήσεσι θυμηδίαν εὖ μάλα διαμορφοῖ. Ἐπιστραφήσονται γὰρ παρὰ Κυρίου, φησὶ, καὶ ἥξουσιν εἰς Σιὼν, τὴν νοητὴν δηλονότι, τοῦτ' ἔστι, τὴν Ἐκκλησίαν, εὐφραινόμενοί τε καὶ χαίροντες. Ἔσται γὰρ ἐπὶ κεφαλῆς αὐτῶν αἴνεσις καὶ εὐφροσύνη, καὶ ἀγαλλίαμα καταλήψεται αὐτούς. Στεφανοῖ γὰρ ὥσπερ τὰς τῶν πιστευόντων ψυχὰς, καὶ πάσης αὐτὰς ἐμπίμπλησι χαρᾶς, ἀγαλλιάσεώς τε καὶ εὐφροσύνης ὁ τῶν ὅλων Σωτὴρ, δοξολογούμενος παρ' αὐτῶν, καὶ χορδὴ καὶ λύρα γεγονὼς αὐτοῖς. Ὅπου δὲ ὅλως κλῆσις καλοῦσα πρὸς μετάγνωσιν, καὶ ἐπιστροφὴν, καὶ εἰς ἀπόνιψιν ἁμαρτίας, τὴν διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ, ὅπου Πνεύματος ἁγίου χορηγία τε καὶ χάρις, καὶ υἱοθεσίας τιμὴ, καὶ ἀτελευτήτων ἀπόλαυσις ἀγαθῶν, καὶ οὐρανῶν βασιλείας ἐλπὶς, ἐκεῖ που πάντως ἐστὶ καὶ τὸ κατευφραίνεσθαι δεῖν, ἀπέδρα δὲ καὶ ὀδύνη, λύπη, καὶ στεναγμός. Ποῖον γὰρ ἕξει τόπον ὀδύνη, καὶ ἐπὶ τίσιν ἂν γένοιτο στεναγμὸς, ἔνθα τοῦ στενάζειν καὶ ὀδυνᾶσθαι πρόφασις μὲν οὐδεμία παντελῶς, κατακρατεῖ δὲ μᾶλλον ἐλπὶς, ἀγαλλιάσεώς τε καὶ εὐφροσύνης, θυμηδίας τε τῆς ἀναποβλήτου καὶ χαρᾶς; Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ παρακαλῶν σε. Γνῶθι τί οὖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ, καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν. Καὶ ἐπελάθου τὸν Θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν, καὶ θεμελιώσαντα τὴν γῆν. Καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θλίβοντός σε. Ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε, Ἐν γὰρ τῷ σώζεσθαί σε οὐ στήσεται, οὐδὲ χρονιεῖ. Τὸ, Ἐγώ εἰμι, φησὶν ἐν τούτοις, ἀντὶ τοῦ, ζῶ καὶ ὑπάρχω· καὶ γάρ ἐστιν αὐτὸς ὁ Ὤν. Ἀξίωμα δὲ