Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1128
Not analysed yet
τοῦτο θεοπρεπὲς καὶ ἐξαίσιον· ἔνεστι γὰρ μόνῃ τῇ πασῶν ἐπέκεινα φύσει τὸ εἶναί τε καὶ ζῇν, οὐ μεθεκτῶς παρ' ἑτέρου λαχούσῃ ταῦτα, οὔτε μὴν δοτὸν ἐχούσῃ τὸ χρῆμα, αὐτῆς δὲ μᾶλλον οὔσης τῆς ζωῆς. Οὐκοῦν, Εἰμὶ μὲν ἐγὼ, φησὶν, ὁ παρακαλῶν σε, τοῦτ' ἔστιν, ὁ πᾶσαν παράκλησιν πνευματικὴν δωρούμενος, καὶ ἀνέχων ταῖς ἐπικουρίαις εἰς τὸ ἐρηρεῖσθαι καλῶς, πρός γε τὸ δεῖν ἰέναι μετ' εὐτολμίας εὐθὺ πάσης ἀρετῆς. Ἢ τάχα που καὶ παράκλησιν ἐν τούτοις καὶ καθ' ἕτερον συνήσεις τρόπον. Ἐκάλει γὰρ διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων ὁ Σωτὴρ εἰς ἀπόνιψιν ἁμαρτίας τὴν διά γε, φημὶ, τῆς εἰς αὐτὸν πίστεως εἰς μέθεξιν ἁγίου Πνεύματος, καὶ καύχημα, καὶ δόξαν υἱοθεσίας. Ἀλλὰ σὺ, φησὶν, ὦ Ἰσραὴλ, ἐμοῦ μὲν τοῦ ὄντος οὐ κατέδεισας ὑπερορῶν, καὶ καταφρονήσας τοῦ καλοῦντος εἰς ζωὴν, ἐφοβήθης δὲ ἀπὸ ἀνθρώπου φθαρτοῦ, καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν. Εἶτα ἀπελάθου τοῦ ποιήσαντός σε Θεοῦ, τοῦ τεκτηναμένου τὸν οὐρανὸν, διιδρύσαντος δὲ τὴν γῆν, ἐφόβου δὲ τὸ πρόσωπον τοῦ θλίβοντός σε. Αἰτιᾶται δὲ Θεὸς ἐν τούτοις τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ μέχρι παντὸς διετέλεσαν τῇ τοῦ Σωτῆρος ἀντανιστάμενοι δόξῃ, καὶ τό γε ἧκον εἰς αὐτοὺς, οὐδὲν οὖσαν αὐτὴν παντελῶς ἀποφαίνοντες. Ἐθαυματούργει μὲν πολυτρόπως· οἱ δὲ τοὺς ὑπὲρ θαῦμα πικροὺς κατέχεον λόγους θεοσημίας· ἔφασκον γὰρ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων αὐτὸν ἐκβάλλειν τὰ δαιμόνια. Ταῖς ὑπὲρ νόμου εἰσηγήσεσι κατεκήλησε πολλάκις τοὺς ἀκροωμένους· οἱ δὲ πρὸς τοῦτο κατώλισθον δυσσεβείας, ὥστε τοῖς ἐπαινοῦσιν ἐπιτιμᾷν, καὶ λέγειν· Δαιμόνιον ἕχει, καὶ μαίνεται· τί ἀκούετε αὐτοῦ; Ἐδεδίεσαν τοίνυν τὰς τῶν Φαρισαίων ἐπιβουλάς· καὶ μαρτυρήσει λέγων ὁ μακάριος εὐαγγελιστής· «Ἔγνωσαν τοίνυν οἱ ἄρχοντες, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν.» Ἤδη γὰρ συνέθεντο οἱ Ἰουδαῖοι, ἐὰν αὐτὸν ὁμολογήσῃ Χριστὸν εἶναι, ἀποσυνάγωγος γένηται. Ἐπιτιμᾷ δὲ τοῖς νομοδιδασκάλοις καὶ αὐτὸς ὁ Σωτὴρ λέγων· «Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους κωλύετε.» Αἰτιᾶται τοίνυν τοὺς τῶν Ἰουδαίων δήμους, ὡς ἐκ πολλῆς ἄγαν ἀσυνεσίας καταφρονήσαντας τοῦ ὄντος τε καὶ ζῶντος Θεοῦ, τοῦ τὸν οὐρανὸν ἀναστήσαντος λόγῳ, καὶ θεμελιώσαντος τὴν γῆν, προτιμήσαντας δὲ μᾶλλον τὴν εἰς ἀνθρώπους αἰδῶ, καὶ φωνὴν δεξαμένους ἀνθρώπων φθαρτῶν, οἳ πόαις ἐν ἴσῳ ξηραίνονται. Ὅτι γὰρ ἔμελλον τὴν ἁπασῶν ἐσχάτην ὑπομεῖναι κόλασιν, οἱ τὸ ἔκτοπον αὐτοῖς ἐπιτιθέντες δόγμα [Humfr. legisse videtur δεῖμα], καὶ ἀπαγαγόντες διὰ τοῦτο τοῦ χρῆναι τιμᾷν τὸν καλοῦντα πρὸς σωτηρίαν, πεπληροφόρηκε, προστιθείς· Ὃν τρόπον γὰρ ἐβουλεύσαντο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε; Ἐν γὰρ τῷ σώζεσθαί σε οὐ στήσεται, οὐδὲ χρονιεῖ. Γέγονε γὰρ τῶν Γραμματέων καὶ Φαρισαίων πρόσκαιρος ὁ θυμὸς κατὰ τῶν ὑπὸ χεῖρα λαῶν· ἀλλ' ᾤχοντο πρὸς ἀπώλειαν, καὶ δέδονται πρὸς σφα-