Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1129
Not analysed yet
γήν. Καὶ οἱ μὲν πιστεύσαντες εἰς Χριστὸν, ἔχαιρον ἀνασεσωσμένοι, ἔξω τε γεγονότες τῆς θείας ὀργῆς. Οἱ δὲ οὐκ ἐχρόνισαν, τοῦτ' ἔστιν, οὐκ εἰς μακρὰν ἀπολώλασι, πεπορθημένης ἁπάσης τῆς Ἰουδαίας, καὶ κατεμπρησθέντος τοῦ ναοῦ, καὶ ὠλοθρευμένης τῆς Ἱερουσαλὴμ, ὁμοῦ τοῖς οἰκοῦσιν αὐτήν. Ὅτι ἐγὼ ὁ Θεός σου, ὁ ταράσσων τὴν θάλασσαν, καὶ ἠχῶν τὰ κύματα αὐτῆς. Κύριος Σαβαὼθ ὄνομά μοι. Θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου, καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾖ ἔστησα τὸν οὐρανὸν, καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σιὼν, ὅτι Θεός μου εἶ σύ. Αἰτιασάμενος τοὺς ἐξ Ἰσραὴλ, ὡς φοβηθέντας μὲν ἀνθρώπους, ἤτοι τοὺς προεστάναι λαχόντας τῆς συναγωγῆς, αἰδοῖ τε τῇ πρὸς αὐτοὺς τοῖς τῆς ἀπειθείας τέλμασιν ἀσυνέτως ἐμβεβηκότας, ἀλογήσαντάς τε παντελῶς τῆς εἰς αὐτὸν ἀγάπης, διαδείκνυσιν ἐν τούτοις, ὅτι καὶ περιστάσεις, καὶ διωγμοὺς, οἵπερ ἂν συμβαίνωσι τοῖς εὐσεβεῖν ᾑρημένοις, καθίστησιν ἀμογητί· καὶ τὰς τῶν ἐπηρεαζόντων δυστροπίας, ἀπράκτους τε καὶ ἀδρανεῖς ἀποφαίνει, μεθιστὰς εἰς τὸ ῥᾷον τὰ λυπηρὰ, καὶ παρατρέπων εἰς εὐθυμίαν τῶν ἀνιαρῶν τὴν ἔφοδον. Δέχεται δὲ πρὸς παράδειγμα ταύτην τὴν ὁρωμένην πλατεῖαν θάλασσαν. Ἐγὼ γὰρ εἰμὶ, φησὶν, ὁ ταράσσων τὴν θάλασσαν, καὶ ἠχῶν τὰ κύματα αὐτῆς. Κύριος Σαβαὼθ ὄνομά μοι. Ὥσπερ οὖν κυρτοῦται μὲν ἔσθ' ὅτε τὸ κῦμα, καὶ ῥαγδαῖον τῇ χέρσῳ προσρήγνυται ταῖς τῶν ἀνέμων βίαις συνωθούμενον, μεταπίπτει δὲ πάλιν εἰς εὐδίαν καὶ γαλήνην εὐθὺς ἐθέλοντος Θεοῦ· κατὰ τὸν αὐτὸν τουτονὶ τρόπον τὰ δεινὰ, καὶ δύσοιστα, καὶ παντὸς εἰς ἔσχατον ἀποφέροντα κακοῦ, μεθίστημι, φησὶν, οἱονεὶ πρὸς εὐδίαν κατανεύσας μόνον· πάντα γὰρ κατευνάσας θόρυβον, εἰς τὸ τῆς εὐθυμίας ἀνίημι πλάτος τοὺς τῆς εὐσεβείας ὑπεραθλεῖν ἑλομένους. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ τῆς τοῦ Ψάλλοντος λύρας αἰνιγματωδῶς ὑμνούμενον· «Ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν, καὶ ἐκόπασε τὰ κύματα αὐτῆς.» Ἵνα δὲ παντὸς ἐνδοιασμοῦ δίχα παραδέχοιντο τὸ θαῤῥεῖν, ὅτι πάντη τε καὶ πάντως εἰς πέρας δραμεῖται τὰ ἐπηγγελμένα, καὶ οὐκ ἄν ποτε διαψεύσαιτο τῆς παρ' αὐτοῦ δοθείσης ἐπικουρίας ἡ ὑπόσχεσις· ἀναγκαίως φησὶν, ὅτι Κύριος Σαβαὼθ ὄνομά μοι. Εἰ γάρ ἐστι Κύριος τῶν δυνάμεων, πῶς ἀτονήσει πρὸς τὸ διασῶσαί τινας, ἣ ποῖον οὕτω τὸ δυσχερὲς, ἢ ἄναντες τῶν πραγμάτων, ἢ καὶ ἀνήνυτόν ἐστι τῇ πάντα ἰσχυούσῃ δεξιᾷ; Προσεπάγει δέ τι καὶ ἕτερον ἀρκοῦν εἰς ἐπικουρίαν, ὁμοῦ δὲ καὶ ἀποφαῖνον, ὅτι λέλυται μὲν ὁ ἐπ' αὐτοῖς θυμὸς, πέπαυται δὲ τῆς ἀποστροφῆς τὸ βλάβος, καὶ λοιπόν εἰσιν ἐν λόγῳ παρ' αὐτῷ, καὶ φειδοῦς ἠξίωνται καὶ ἀγάπης, ἤπερ ἂν πρέποι τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. «Θήσω γὰρ, φησὶ, τοὺς λόγους μου εἰς τὸ στόμα σου.» Καὶ τί δὴ τοῦτό ἐστιν, ἔφη που ψάλλων ὁ θεσπέσιος Δαβίδ· «Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;»