Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1132
Not analysed yet
—»Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ,» καθὰ γέγραπται. Ἀποσοβεῖ τοιγαροῦν τὸν βέβηλόν τε καὶ ἀλιτήριον ὁ τοῦ Θεοῦ θυμὸς [al. νόμος] τοῦ καὶ ὅλως τῶν αὐτοῦ διαμεμνῆσθαι λόγων. Εἴρηται γάρ· «Ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα.» Πῶς οὐχ ἅπασιν ἐναργὲς, ὡς οἱ καρδίαν ἔχοντες πονηρὰν, ἀγαθοὺς οὐκ ἂν ἐρεύξα[ι]ντο λόγους; Ἁγίοις οὖν ἄρα πρεπωδέστατον τὸ καὶ εἰς νοῦν ἔχειν τὸν τοῦ Θεοῦ νόμον, καὶ ἀναβράττειν αὐτὸν, ὥσπερ διὰ γλώττης καὶ λόγου. Ὑπισχνεῖται τοίνυν ὁ τῶν ὅλων Θεὸς ὡς ἤδη δικαίοις, καὶ ἡγιασμένοις ἐν πίστει, καὶ τὸ τῆς γνησιότητος λαβοῦσι καύχημα, τοὺς ἑαυτοῦ λόγους ἐντιθέναι τοῖς στόμασιν αὐτῶν, ἵνα τοῦ θείου νόμου συχνῶς διαμνημονεύοντες, τὴν τοῦ χρησίμου πρὸς σωτηρίαν αὐτοῖς εἰδεῖεν τρίβον. Γέγραπται γὰρ περὶ δικαίου παντὸς, ὅτι «Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.» Καὶ πάλιν· «Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.» Ἀνέχει γὰρ ἡμᾶς ὁ τοῦ Θεοῦ νόμος εἰς τὸ ἐρηρεῖσθαι καλῶς, καὶ εὖ βεβηκότα τὸν νοῦν εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἐπιτηδευμάτων ἔχειν· καὶ καταπίπτειν οὐκ ἐᾷ πρὸς τὰ χείρω, καὶ τοῦ πεφυκότος ἀδικεῖν ἀποφέρει νεανικῶς. Ἐπειδὴ δὲ, ὡς ἔφην, ὡς ἤδη γνησίοις προσδιαλέγεται, προϋπισχνεῖταί τι καὶ ἕτερον. Σκεπάσω γάρ σε, φησὶν, ὑπὸ τὴν σκέπην τῆς ἐμαυτοῦ χειρός. Ἀξιόκτητον δὲ καὶ τοῦτο, καὶ ἐξαίρετον ἀγαθὸν, καὶ ἀποχρῶν εἰς σωτηρίαν τοῖς ἅπαξ ἑλεῖν ἠξιωμένοις αὐτό. Χεῖρα μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς οὐχ ἕτερον εἶναι συνίεμεν, πλὴν ὅτι τὸν ἐξ αὐτοῦ πεφηνότα Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Τοὺς δέ γε ὑπ' αὐτῷ γεγονότας ἀδικήσειεν ἂν οὐδὲν τῶν ὅσα πέφυκεν ἀδικεῖν. Ἔσονται γὰρ εὐσθενεῖς καὶ εὐτολμώτατοι, θορύβου τε παντὸς καὶ πειρασμῶν ἀμείνους, καὶ ἀνάλωτοι τῷ Σατανᾷ, καὶ σαρκικῆς ἁπάσης ἐπέκεινα βδελυρίας, καὶ πέρα παθῶν ψυχικῶν τε ἅμα καὶ σωματικῶν. Ὅτι δὲ παναλκὴς ἡ τοῦ Πατρὸς δεξιὰ διακεῖσθαι, παρασκευάζει προστιθείς· Ἐν ᾗ ἔστησα τὸν οὐρανὸν, καὶ ἐθεμελίωσα τὴν γῆν. Εἰ γὰρ τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καθὰ γέγραπται, ἐρήρεισται δὲ καὶ ἡ γῆ πρὸς τὸ ἀκλονήτως ἔχειν· πῶς οὐκ ἂν ἀρκέσειεν εἰς τὸ σῶσαί τινας, τοὺς οἵπερ ἂν ἕλοιντο τὴν ὑπ' αὐτοῦ σκέπην ποιεῖσθαι περὶ πολλοῦ; Τότε δὴ, τότε, φησὶν, ἐρεῖ Σιών· Θεός μου εἶ σύ. Ἐνταῦθά μοι βλέπε σαφῶς τε καὶ ἐναργῶς τῆς εἰς Χριστὸν πίστεως τὴν ὁμολογίαν εἰσενηνεγμένην. Πάλαι μὲν γὰρ καίτοι θαυματουργοῦντα πολυτρόπως, καὶ τῇ λαμπρότητι τῆς θεοσημείας, τῇ ὑπὲρ λόγον καὶ θαῦμα, δόξαν ἔχοντα Χριστὸν, ἐκ πολλῆς ἄγαν ἀνοσιότητος ἀγνοεῖν ἔφασκον, οὐκ ἠγνοηκότες ἀληθῶς, ἀλλ' ὑβρίζοντες. Τετολμήκασι γὰρ εἰπεῖν ἐκ πολλῆς ἄγαν ἐμβροντησίας, ἤγουν ἀπονοίας, καὶ ἀφιλοθέου φρονήματος· «Ἡμεῖς οἴδαμεν ὅτι Μωσῇ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ἀλλ' οἱ πάλαι, φησὶν, ἀρνούμενοι καὶ δυσσεβείας εἰς τοῦτο κατολισθήσαντες, λαβόντες ἐν γλώσσῃ τοὺς ἐμοὺς λόγους,