Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.116
Not analysed yet
τις ἴοι καὶ μάλα ῥᾳδίως ἐπὶ τὸ ἀρέσκον Θεῷ. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ. Αὐτὸς Κύριος εἰς κρίσιν ἤξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου; Καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὰ πρόσωπα τῶν πτωχῶν καταισχύνετε; Οὐκ ἀνεπικούρητον ἔσεσθαί φησιν ὁ προφήτης τὴν ἀδικουμένων πληθὺν, οὔτε μὴν ἁπάσης φροντίδος ἐρήμην, ὑπεραθλήσειν δὲ μᾶλλον αὐτῶν τὸν τῶν ὅλων Θεὸν εὖ μάλα διϊσχυρίζεται. Δικάσεται γὰρ ὑπὲρ αὐτῶν, φησὶ, τοῖς καλαμωμένοις καὶ μακαρίζουσιν αὐτούς. Ταράξει δὲ καὶ τὴν τρίβον τῶν ποδῶν αὐτῶν. Δικάσεται δὲ πρὸς τοὺς πρεσβυτέρους τοῦ λαοῦ, καὶ προσέτι τοὺς ἄρχοντας, ἤτοι τοὺς καθηγουμένους. Ἐλυτρώσατο μὲν γὰρ ἐξ οἴκου δουλείας τὸν λαὸν αὐτοῦ, ἐξείλετο δὲ τῆς τῶν κρατούντων σκαιότητος, ὅλην αὐτοῖς ἐπαναστήσας τὴν κτίσιν. Καὶ ὑδάτων μὲν εἰς αἷμα μεταβολὰς ἐργασάμενος, χαλάζαις δὲ καταπαίων, βαθεῖ τε καὶ τριημέρῳ σκότῳ, καὶ τοῖς ἄλλοις ἅπασι. Μακρὸν γὰρ ἕκαστα διειπεῖν. Εἶτα διαβιβάσας διὰ θαλάσσης μέσης ἔθρεψεν ἐν τῇ ἐρήμῳ. Εἰσκεκόμικεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἔθνη μεγάλα καὶ μαχιμώτατα καθάπερ ἀκάνθας ἐξελών. Καὶ τοῦτο ἡμῖν ὁ θεσπέσιος Δαβὶδ κατεδήλου λέγων πρὸς τὸν τῶν ὅλων σωτῆρα καὶ λυτρωτήν· «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτὴν, ὡδοποίησας ἔμπροσθεν αὐτῆς· ἐξέτεινας τὰ κλήματα αὐτῆς ἔως θαλάσσης, καὶ ἕως ποταμῶν παραφυάδας αὐτῆς.» Γέγονε γὰρ, ὡς προφήτης φησὶν Ἱερεμίας, ἄμπελος εὐκληματοῦσα Ἰσραὴλ, καὶ ὁ καρπὸς εὐθηνῶν αὐτῆς. Ἀλλὰ τετάχασι μὲν εἰς γεωργοὺς οἱ καθηγεῖσθαι λαχόντες· ἠδικήκασι δὲ οὔτως ἀμπελῶνα τὸν δεσποτικὸν, ὡς εἰς ἅπαν ἤδη καὶ ἐμπεπρῆσθαι δοκεῖν. Ταύτην οὖν ἄρα τὴν αἰτίαν αὐτὸς ποιήσεται λέγων· Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου; Οὓς γὰρ ἦν εἰκὸς καὶ εὐτελεστέραν ἀποφαίνειν τὴν νοητὴν ἐκείνην καὶ εὐκληματοῦσαν ἄμπελον, τοῦτ' ἔστι, τὸν Ἰσραὴλ, οὗτοι κατεκόμισαν εἰς ἐρήμωσιν παντελῆ, ξηράν τε καὶ ἄχρηστον ἀπετέλεσαν τῷ δεσπότῃ. Ἐμπεπύρισται δὲ τοίνυν παρ' ὧν εἰκὸς ἦν εὔβοτρυν ἔσεσθαι καὶ καρποῖς διαβρυθῆ, καὶ παντὸς ἐπέκεινα βλάβους. Τίνα δὲ τρόπον ἐμπυρίσαι λέγονται τὸν νοητὸν ἀμπελῶνα, πῶς οὐκ ἄξιον ἰδεῖν; Ἔδει μὲν γὰρ τὸ διδασκαλικὸν ἔχοντας ἐπιτήδευμα, καὶ νόμον εἰδότας τὸν εἰς πᾶν ὁτιοῦν ἀποφέροντα τῶν ἀρεσκόντων Θεῷ, καὶ πρό γε τῶν ἄλλων ἐννομώτατά τε διαζῇν αὐτοὺς, καὶ τοῖς εἰς δικαιοσύνην αὐχήμασιν εὖ μάλα κατακαλλύνεσθαι, ὥστε τῆς ἐξαιρέτου ζωῆς τύπον ὥσπερ τινὰ καὶ εἰκόνα τῶν ὑπὸ χεῖρα λαῶν τὸν αὐτῶν γενέσθαι βίον. Εἶτα πρὸς τούτῳ καὶ ταῖς ἐκ νόμου παιδαγωγίαις ἀποκομίζειν ἤθελον τοὺς ὑπεζευγμένους πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν, καὶ