Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1133
Not analysed yet
καὶ ὑπὸ τὴν σκέπην τῆς ἐμῆς γενόμενοι χειρὸς δεξιᾶς, ἐπιγνώσονται τὸν Λυτρωτὴν, ὁμολογήσουσι λέγοντες πρὸς αὐτόν· Θεός μου εἶ σύ. Χρῆμα τοιγαροῦν σωτήριον ἡ πίστις, καὶ ὁδὸς εἰς ζωὴν ἀποφέρουσα τὴν ἀμήρυτον, τῆς εἰς Χριστὸν ὁμολογίας ἡ δύναμις. Ἐξεγείρου, ἐξεγείρου, ἀνάστηθι, Ἱερουσαλὴμ, ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ ἐκ χειρὸς Κυρίου. Τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες, καὶ ἐξεκένωσας, καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες· καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου, οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου, ὧν ὕψωσας. Ὡς πεσούσῃ καὶ ἔτι κειμένῃ τῇ Ἰουδαίων Συναγωγῇ προσδιαλέγεται, καὶ ἀναστῆναι κελεύει, μονονουχὶ χεῖρα διδοὺς, καὶ κατοικτείρων ὡς Θεός. Καὶ οὐ δήπου φαμὲν σωματικὴν εἶναι τὴν ἔγερσιν, ὅτι μηδὲ τοιαύτην νοεῖσθαι προσήκει τὴν πτῶσιν, νοητὴν δὲ μᾶλλον, ὡς ἐν ἀπιστίᾳ τετελεσμένην. Οὐκοῦν ἐν πίστει τὸ τῆς ἐν τούτοις ἀναστάσεως ἀγαθόν. Πεπτώκασι γὰρ ὁμολογουμένως εἰς ὄλεθρον, οὐ προσηκάμενοι μὲν τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, προσεσχηκότες δὲ μᾶλλον διδασκαλίαις τε καὶ ἐντάλμασιν ἀνθρώπων, καίτοι Θεοῦ λέγοντος ἐναργῶς διὰ φωνῆς Ἡσαΐου· «Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράττουσιν.» Ἀειλογοῦντες γὰρ παρ' αὐτοῖς τὸν διὰ Μωσέως νόμον, οἱ καθηγεῖσθαι λαχόντες, καὶ συχνῶς ἐκεῖνο βοῶντες· Μακάριοί ἐσμεν, Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστιν, ἀπεκόμιζον τῶν ὑπὸ χεῖρα τὸν νοῦν τῆς εἰς Χριστὸν ἀγάπης, καὶ τῆς αὐτοῦ χάριτος ἀλογεῖν ἀναπείθοντες, πεπλανήκασιν αὐτοὺς, καὶ τὴν τρίβον τῶν ποδῶν αὐτῶν συνέχεον, ὀρθοποδεῖν οὐκ ἐῶντες, ἤγουν δι' εὐθείας ἔρχεσθαι τρίβου πρὸς τὴν ἐν πίστει δικαίωσιν, καίτοι τοῦ νόμου τελειοῦντος οὐδέν. Οὐκοῦν, Ἐξεγείρου, φησί· τοῦτό ἐστιν ἐναργῶς τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς, «Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» Καὶ μὴν κἀκεῖνο πρὸς τούτῳ· Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν. Ὅτι δὲ πρέπουσαν καὶ ἰσοπαλῆ ταῖς αὐτῶν δυσσεβείαις ἐκτετίκασι δίκην ἐμπαροινήσαντες Χριστῷ, καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς, τό γε ἧκον ἐπ' αὐτοῖς, θανάτῳ περιβαλεῖν τολμήσαντες, διαδείκνυσι λέγων· Ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ ἐκ χειρὸς Κυρίου. Τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέχεας, καὶ ἐξεκένωσας. Καὶ κόνδυ μέν φησι τὸ κρῖμα· τὸ δὲ, Ἐξεκένωσας, ἐν τούτοις οὐχὶ τὸ, Ἐξέχεας, κατασημαίνειεν ἂν, ἐκεῖνο δὲ μᾶλλον, ὡς Ἅπαν ἐκπέπωκας, τοῦτ' ἔστι, πλήρη τὸν θυμὸν εἰσεδέξω τὸν παρὰ Κυρίου, καὶ ἰσόῤῥοπον τοῖς παρανομήμασιν ὑπομεμένηκας τὴν ὀργήν. Κακοὶ γὰρ κακῶς ἀπολώλασι, τοῦτο μὲν πεπορθημένης αὐτῶν ἁπάσης τῆς χώρας, ὁμοῦ δὲ τοῖς Ἱεροσολύμοις καὶ αὐτοῦ δὲ κατεμπρησθέντος τοῦ περιβοήτου ναοῦ, καὶ προσέτι τῆς εἰς Θεὸν ἐλπίδος ἀπολισθήσαντες, καὶ τῆς τῶν ἁγίων ἀγέλης ἐξεωσμένοι. Τούτων δὲ ἁπάντων συμ-