Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1136
Not analysed yet
βεβηκότων σοι, φησὶ, καὶ οἷον μεμεθυσμένης πληρεστάτῳ θυμῷ, οὐδεὶς παρέστη τῶν σῶν τέκνων· οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου, οὐκ ἦν ὁ παρακαλῶν. Πλεῖστοι μὲν γὰρ ἦσαν παρ' αὐτοῖς Λευῖται καὶ ἱερεῖς, Γραμματεῖς τε καὶ Φαρισαῖοι, ταῖς παρὰ πάντων ἐντρυφῶντες τιμαῖς, ὑψοῦ τε ἠρμένοι διά τε τὸ προὔχειν καὶ προεστάναι τῶν ἄλλων· ἀλλ' οὐδεὶς ἐκ πάντων ἀπεσόβησε τῆς Ἰουδαίας τὴν συμφορὰν τὴν ἐκ θείας ὀργῆς ἐπενηνεγμένην αὐτῇ. Οὐδεὶς ἦν τοσοῦτος, ὃς ἀφορήτοις ἐνειλημμένῃ κακοῖς κἂν γοῦν μετρίαν παράκλησιν προσεπενεγκεῖν δυνάμενος. Οὐκοῦν ἠδίκησαν μὲν ἀπάγοντες αὐτοὺς τῆς εἰς Θεὸν ἀγάπης, καὶ ἀπαράδεκτον ποιεῖσθαι τὴν εἰς αὐτὸν ἀναπείθοντες πίστιν· ὤνησαν δὲ παντελῶς οὐδὲν, τοῖς τῆς ἀπωλείας βόθροις ἐνολισθήσαντες. Δύο ταῦτα ἀντικείμενά σοι, καὶ τίς σοι συλλυπηθήσεται; Πτῶμα δὲ καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα· τίς σε παρακαλέσει; Οἱ υἱοί σου, οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπ' ἄκρου πάσης ἐξόδου, ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου τοῦ Θεοῦ. Πλεῖστα μὲν ἄν τις ἀπαριθμήσαιτο τὰ τοῖς Ἰουδαίοις συμβεβηκότα κακὰ κατὰ τὸν τῆς ἁλώσεως καιρὸν, τῆς ἐπί γε, φημὶ, Οὐεσπασιανοῦ καὶ Τίτου, ὅτε πᾶσα μὲν ἐνεπρήσθη τῶν Ἰουδαίων ἡ χώρα, συμφορᾶς δὲ τρόπος οὐδεὶς ἐνέλειψεν αὐτοῖς, ἀλλ' εἰς ἄκρον παντὸς διεληλάκασι κακοῦ, προαπηγγελκότος καὶ τοῦτο αὐτοῖς τοῦ πάντων Σωτῆρος Χριστοῦ. Ἀπεκομίζετο μὲν γὰρ ὑπὸ τῶν τοῦ Πιλάτου στρατιωτῶν ἐπὶ τὸν τοῦ σταυροῦ τόπον. Ἐπειδὴ δὲ εἵποντο κλαίουσαι γυναῖκες αὐτῷ, στραφεὶς πρὸς αὐτὰς ἔφη· «Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ' ἐμοὶ, κλαίετε δὲ ἐφ' ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.» Καὶ πάλιν· «Ὅταν εἰδῆτε κυκλουμένην ἀπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι, Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς, Πέσετε ἐφ' ἡμᾶς.» Καὶ διὰ πλείστων ὅσων τῆς ἀνηκέστου συμφορᾶς τὸ βάρος προαπηγγέλλετο διὰ προφητῶν ἁγίων. Ταῦτα δὲ νῦν ἡ τῶν προκειμένων ἡμῖν στίχων ὠδίνει δύναμις. Ὦ γὰρ ἀθλία, φησὶν, Ἱερουσαλὴμ, δύο σοι ταῦτα ἀντίκειται, φησὶν, ἀντὶ τοῦ, μάχεται καὶ πολεμεῖ. Καὶ ποῖα ταῦτά ἐστι; Πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα. Ἐν τούτοις μὲν, ὡς ἐν βραχεῖ καὶ συνεσταλμένως, ἡ τοῦ πολέμου συμφορὰ σημαίνεται. Πλὴν ἐκεῖνο ἀθρητέον οὐ παρειμένως. Τέσσαρας γὰρ ἀπαριθμησάμενος, δύο φησὶν αὐτά. Πτῶμα γὰρ, ἔφη, καὶ σύντριμμα, καὶ λιμὸν, καὶ μάχαιραν. Καὶ τί ἄρα φαμέν; ἢ πῶς ἂν εἶεν δύο τὰ ὠνομασμένα; Κἂν εἰ πλειόνων ἔχοιεν δόξαν, τὰ ἑπόμενα τοῖς πρώτοις ὁ προφητικὸς ἐν τούτοις συνάπτει λόγος. Οἷόν τί φημι· Ἕπεται πάντως τῷ πίπτειν ἡ συντριβὴ, καὶ τῷ λιμῷ μάχαιρα, τοῦτ' ἔστιν ὁ θάνατος. Δύο δὴ οὖν τὰ πρῶτα, τοῦτ' ἔστι, πτῶμα καὶ λιμός· ἑπόμενα δὲ τούτοις, σύντριμμά τε καὶ μάχαιρα. Τούτων οὖν ἄρα, φησὶ, συμβεβηκότων, τίς ὁ ἐπαμῦναι δυνάμενος καὶ ἀποσοβῆσαι τῆς συμφορᾶς τὴν ἔφοδον; τοῦτο γὰρ ἡ παράκλησις ἐνθάδε δηλοῖ. Ἆρα γὰρ, φησὶν, ἀρκέσουσιν υἱοί σου πρὸς