Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1137
Not analysed yet
τοῦτο; καίτοι καὶ αὐτοὺς ἔστιν ἰδεῖν ἐξηπορημένους, τοῦτ' ἔστιν, οὐδὲν ἔχοντας, ὃ βουλεύσονταί τε καὶ δράσουσιν εἰς παραψυχὴν ἑαυτοῖς, εἰς ὄνησιν τῶν ἰδίων ψυχῶν. Καθεύδουσι γὰρ ἐπ' ἄκρου πάσης ἐξόδου. Κατασκήψαντος γὰρ τοῦ πολέμου, τῆς Ἰουδαίων χώρας ἐξέδραμον οἱ δυνατοὶ, καὶ κατειλήφασι τὰς τῆς χώρας ἐσχατιὰς, ἵνα εἶεν ἕτοιμοι πρὸς φυγήν. Οἱ μὲν γὰρ ὡς πρὸς ὁμόρους τοὺς Αἰγυπτίους, οἱ δὲ καὶ ὡς γείτονα τῶν Μωαβιτῶν, ἤγουν τὰς ἑτέρας τῶν προσοίκων ἐθνῶν καταλαμβάνειν ἠπείγοντο χώρας. Ἦσαν δὲ ἐπ' ἄκρου πάσης ἐξόδου, τοῦτ' ἔστιν, ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς, ὡς ἔφην· οὐκ ἐγρηγορότες, ἤγουν δρᾶσαί τι δυνάμενοι τῶν ὅσα ἐστὶν οὐκ ἀσυντελῆ τοῖς παθοῦσιν εἰς ὄνησιν, ἀλλ' οἷον μεμεθυσμένοι, καὶ καρηβαροῦντες, καὶ κείμενοι, παρειμένοι τε οὕτως τὰς φρένας, καὶ ἐκλελυμένοι τὸν νοῦν, ὡς σευτλίον ἡμίεφθον. Καὶ ποία τούτων ἡ πρόφασις; Πεπλήρωνται γὰρ θυμοῦ Κυρίου, αἰτία τε τῆς ἐκλύσεως αὐτοῖς αὕτη γέγονε. Πεφύκαμεν γὰρ ἀεί πως, ὅτε καὶ ταῖς εἰς λῆξιν καὶ ἀπαρακλήτοις βαλλόμεθα συμφοραῖς, μονονουχὶ καὶ ἐξεστηκότα τὸν νοῦν ἔχειν ἐν ἑαυτοῖς, καὶ οὐδένα πόρον εὑρίσκειν τὸν διασῶσαι δυνάμενον, θεηλάτου μάλιστα καθ' ἡμῶν ὄντος τοῦ κακοῦ. Διὰ τοῦτο ἄκουε, τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου. Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ· Ἰδοὺ εἴληφα ἐκ χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ, καὶ οὐ προσθήσῃ πιεῖν αὐτὸ ἔτι, καὶ δώσω, καὶ ἐμβαλῶ αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ εἶπαν τῇ ψυχῇ σου· Κύψον ἵνα παρέλθωμεν, καὶ ἔθηκας τῇ γῇ ἴσα τὰ μέσα σου, ἔξω τοῖς πορευομένοις. Κατοικτείροντος οἱ λόγοι, καὶ ἀνασειράζοντος μὲν τοὺς θυμοὺς, ἀνιέντος δὲ μᾶλλον εἰς εὐθυμίαν αὐτούς. Τεταπεινωμένην γὰρ ὀνομάζει καὶ μεθύουσαν. Ἱκαναὶ γὰρ, ὡς ἔφην, αἱ πέρα μέτρου συμφοραὶ, καὶ εἰς ἔσχατον κακοῦ κατενεγκεῖν τοὺς ἁλισκομένους, καὶ μεθύουσαι τοὺς πεπονθότας, πλὴν οὐκ ἀπ' οἴνου, καθά φησι. Τὸ γὰρ Κυρίου ποτήριον, οὐκ αἰσθητὸν νοεῖταί ποθεν, οὐδὲ τὸ ἐν αὐτῷ κρᾶμα τοιοῦτον, ὡς καὶ νοεῖσθαι κοινόν. Ἔθος δὲ μᾶλλον τῇ θεοπνεύστῳ Γραφῇ, ποτήριον ὀνομάζειν τὴν ἐκνεμηθεῖσαν ἑκάστῳ μοῖραν, ἢ ἀδίκῳ τυχὸν, ἢ καὶ ἀγαθῷ. Οἷόν τί φημι. Ψάλλει, καί φησι περὶ τῶν ἀλιτηρίων ὁ θεσπέσιος Δαβίδ· «Πῦρ, καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.» Κλῆρος οὗτος ηὐτρέπισται παρὰ Θεοῦ τοῖς οὐκ εἰδόσιν αὐτὸν, καὶ ψῆφος αὐτοὺς ἡ παγχάλεπος καταλήψεται. Πῦρ γὰρ ὥσπερ καὶ θεῖον ἐκπίνοντες, διηνεκῆ καὶ ἀνίκητον ὑπομένουσι δίκην. Ἁρμόσειε δ' ἂν δικαίῳ παντὶ τὸ χρῆναι λέγειν· «Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα τοῦ Κυρίου ἐπικαλέσομαι.» Τὸ γὰρ ὅλως εἰδέναι τε καὶ ἐπικαλεῖσθαι τὸν τῶν ὅλων Κύριον, γένοιτ' ἂν τοῖς τοῦτο δρᾷν εἰωθόσι σωτήριον κρᾶμα. Οὐκοῦν οὐκ ἀπὸ οἴνου φησὶ μεμεθύσθαι τὴν Ἱερουσαλὴμ ὁ τὰ δίκαια κρίνων Θεὸς, ἀλλ' ἐξ ἀνηκέστου συμφορᾶς, καὶ δυσπραγίας οὐ φορητῆς. Δίκαια δὲ