Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1140
Not analysed yet
κρίνει, τοῖς μὲν ἀγαθοῖς τὸν ἐοικότα κλῆρον ἐκνενεμηκὼς, τοῖς γε μὴν οὐκ οὖσι τοιούτοις ἐπιτιμῶν, ἵν' ἑαυτῶν ἀμείνους ἀναδεδειγμένοι, τῶν μὲν τῆς φαυλότητος τρόπων ἀποφοιτήσειαν, μεταστήσειαν δ' ἂν τὸ φρόνημα πρός γε τὸ βούλεσθαι φρονεῖν τε καὶ δρᾷν τὰ τοῖς θείοις αὐτοῦ δοκοῦντα νόμοις. Πλὴν ἰδοὺ, φησὶν, εἴληφα τὸ ποτήριον τῆς πτώσεως ὡς ἐκ χειρός σου, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό. Κεκλήσεται γὰρ, ὡς ἔφην, εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ ἐντρυφήσει μεθ' ἡμῶν τοῖς ἄνωθεν ἀγαθοῖς. Ἔσται δὲ καὶ αὕτη χαρισμάτων μέτοχος ἱερῶν, καὶ πλοῦτον ἕξει πνευματικόν. Καὶ τούτου μάρτυς ὁ προφήτης λέγων· «Διότι ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὐδὲ ἱερατείας, οὔτε δήλων· καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ, ἐπ' ἐσχάτου τῶν ἡμερῶν.» Δαβὶδ γὰρ ἐν τούτοις τὸν ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα Χριστὸν ὁ προφητικὸς ὀνομάζει λόγος. Καὶ τούτου σαφὴς ἀπόδειξις, τεθνεῶτος καὶ ἤδη τοῦ θεσπεσίου Δαβὶδ πλείσταις ὅσαις ὕστερον γενεαῖς γενέσθαι τὴν προφητείαν. Οὐκοῦν ἕως μὲν οὔπω κέκληται πρὸς τὴν διὰ πίστεως χάριν, οὔπω τὸ ποτήριον ἀπέθετο τῆς ὀργῆς. Ἐπειδὰν δὲ τῇ πίστει τιμήσει Χριστὸν, τότε δὴ πάντως ληφθήσεται μὲν παρ' αὐτῆς τὸ ποτήριον, ἐντρυφήσει δὲ καὶ αὐτὴ τοῖς ἄλλοις ἀγαθοῖς ὁμοῦ, περὶ ὧν γέγραπται, ὅτι Ἐπιλήσονται τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν· ἔσται δὲ μᾶλλον ἀγαλλίαμα καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἀπέδρα γὰρ ὀδύνη, λύπη, καὶ στεναγμός. Πλὴν ὅταν ληφθῇ τὸ ποτήριον ἀπ' αὐτῆς, δοθήσεται τῷ τῶν ἀδικησάντων αὐτὴν ἐσμῷ. Ἠδίκησαν δὲ κατὰ τίνα τρόπον; Ὀρθοποδῆσαι μὴ συγχωρήσαντες, μήτε μὴν ἀμώμητον ἐλάσαι τρίβον, δι' ἦς δύνασθαι τὴν εὐάρεστον τῷ Θεῷ κατορθοῦντας ζωὴν, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν φαιδρότητα κατημφιεσμένους, ὁμοῦ τοῖς πιστεύσασιν εἰς Χριστὸν εἰς τὴν ἄνω καταντῆσαι πόλιν. Τίνες οὖν ἄρα νοηθεῖεν οἱ ἀδικήσαντες αὐτήν; Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ πρόχειρόν τε καὶ ἐμφανὲς εἰπεῖν, πρῶτον μὲν οἱ καθηγεῖσθαι λαχόντες τῆς Συναγωγῆς, οἳ δὴ μάλιστα τὸ ποτήριον ἐκπεπώκασι τοῦ θυμοῦ. Ὅσῳ γὰρ διαπρεπεστέραν εἶχον παρὰ τοὺς ἄλλους τὴν εὐθυμίαν, τοσούτῳ φορτικωτέραν ἐσχήκασι τοῦ πολέμου τὴν ἔφοδον, τιμῆς καὶ δόξης, πλούτου καὶ τρυφῆς, καὶ αὐτοῦ δὴ τοῦ ζῇν ἐξωθούμενοι. Εἰ δὲ χρή τι καὶ τῶν κεκρυμμένων εἰπεῖν (ἀναγκαῖον δὲ οἶμαι καὶ τοῦτο), φαμὲν ἠδικῆσθαι τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὐκ ἀπό γε τῶν καθηγεῖσθαι λαχόντων μόνον, ἀλλὰ γὰρ καὶ ἀπὸ σκαιότητος διαβολικῆς, οὐκ ἐώσης αὐτοὺς τὸ θεῖον εἰς νοῦν εἰσδέξασθαι φῶς, ἵνα δὴ συνεῖεν τὸν καλοῦντα πρὸς σωτηρίαν, τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ ἀπαλλάττοντα δίκης, καὶ τῶν τοῦ θανάτου δεσμῶν ἐξέλκοντα, φημὶ δὴ Χριστόν. Καὶ τούτου μάρτυς