Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1141
Not analysed yet
ὁ Παῦλος, ὡδὶ γεγραφώς· «Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον, ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης Χριστοῦ.» Ναὶ μὴν καὶ αὐτὸς ὁ Υἱὸς ταῖς Ἰουδαίων ἀγέλαις ἔφη τι συμβῆναι τοιοῦτον, καὶ διήλεγξεν ἐναργῶς, ὡς ἐκ πνεύματος ἀκαθάρτου σκληροὶ γεγόνασι καὶ ἀπειθεῖς, καὶ εἰς πᾶν ὁτιοῦν ἀπεφέροντο τῶν κακῶν. Ἔφη γὰρ, ὅτι «Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, πορεύεται δι' ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν· καὶ ὅταν μὴ εὕρῃ, ὑποστρέφει, φησὶ, λέγον· Ὑποστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον· τότε παραλαμβάνει ἕτερα ἑπτὰ πονηρὰ πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν προτέρων. Οὕτως ἔσται τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.» Λελατρεύκασι μὲν γὰρ ἐν Αἰγύπτῳ τοῖς αὐτόθι θεοῖς, καὶ ἦν ἐν αὐτοῖς τὸ ἀκάθαρτον πνεῦμα. Ἐπειδὴ δὲ λελύτρωνται διὰ Μωσέως, καὶ τῶν πρακτέων τὸν ὁριστὴν ἐδέχοντο νόμον (ἤκουον λέγοντος ἐναργῶς· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις»), ἀπελήλαται τῆς καρδίας αὐτῶν καὶ τὸ ἀκάθαρτον πνεῦμα. Ἐπειδὴ δὲ οὐκ ἐσχήκασιν ἐν ἑαυτοῖς τὸν τοῦ Θεοῦ φόβον, οὔτε μὴν ἔνοικον ἐδέξαντο διὰ πίστεως τὸν Ἰησοῦν («Κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ πίστεως,» καθὰ γέγραπται)· σχολάζοντα τὸν τόπον τὸ ἀρχαῖον ἐκεῖνο καὶ ἀκάθαρτον πνεῦμα τεθεαμένον, εἰσελήλατο πάλιν, καὶ κατῴκησεν ἐν αὐτοῖς, καὶ γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Ὅτι δὲ καὶ τὸν προδότην ἐν μαθηταῖς τοιοῦτον γενέσθαι παρεσκεύασεν ὁ τῆς ἀσεβείας εὑρετὴς, οὐκ ἀσυμφανές. Γέγραπται γὰρ, ὅτι μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. Οὐκοῦν τετιμώρηται μὲν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, κατασκοτίζοντος αὐτὴν τοῦ Σατανᾶ, καὶ οὐκ ἐῶντος ἰδεῖν τοῖς τῆς διανοίας ὄμμασι τὸ τοῦ κόσμου φῶς, τοῦτ' ἔστι Χριστόν. Ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπιστροφὴν, δέδοται δὲ τὸ ποτήριον τοῦ θυμοῦ καὶ τὸ κόνδυ τῆς πτώσεως εἰς χεῖρας τῶν ἀδικησάντων αὐτήν· τετιμώρηνται αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις, καθιέντος αὐτὰς εἰς ᾅδην τοῦ πάντων Σωτῆρος Χριστοῦ, καὶ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας κολασομένους τηρεῖν. Αὗται γὰρ ἦσαν αἱ λέγουσαι· Ἱερουσαλὴμ, κύψον ἵνα παρέλθωμεν, Ἡ δὲ ὑπετίθει τὰ μέσα τῇ γῇ τοῖς δι' αὐτῆς πορευομένοις, τοῦτ' ἔστιν, ἑαυτὴν ὑπέστρωσε καὶ ὑπετίθει τοῖς ἐθέλουσι καταπατεῖν. Τοῦτο δὲ δρῶσιν αἱ πονηραὶ δυνάμεις, ὅταν ἴδωσι ψυχὴν παρειμένην, καὶ τὸν ἴδιον παραῤῥίπτουσαν νοῦν, εἰς τὸ ὑποκεῖσθαι θέλειν εὐκόλως ταῖς ἑαυτῶν ἀνοσίαις καὶ θεομισέσι βουλαῖς.