Ancient Greek · ~9 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1144
Not analysed yet
ΒΙΒΛΙΟΝ Εʹ, ΤΟΜΟΙ ΕΞ. ΤΟΜΟΣ Αʹ. Ἐξεγείρου, ἐξεγείρου, Σιών· ἔνδυσαι τὴν ἰσχύν σου, Σιὼν, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσαλὴμ, πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος. Σιών τε καὶ Ἱερουσαλὴμ ἀκούων ἐν τούτοις, μὴ πόλεις ἁπλῶς τὰς ἐκ λίθων ἐγηγερμένας καταδηλοῦσθαι νομίσῃς. Σημαίνει δὲ μᾶλλον τῆς προφητείας ὁ λόγος τῶν κεκλημένων διὰ τῆς πίστεως τὴν ὁμήγυριν, ἤγουν Ἐκκλησίαν ἔκ τε τῶν Ἰουδαϊκῶν ταγμάτων καὶ ἐξ ἐθνῶν. Τό γε μὴν, Ἐξεγείρου, λέγων, καὶ μάλα συχνῶς, δαψιλεστάτην αὐτοῖς χαρίζεται τὴν παράκλησιν. Ὥσπερ, γὰρ καθά φησιν ὁ πάνσοφος Παῦλος, «Οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις·» οὕτως, ἔνθα πολὺ τὸ πικρὸν τῆς δίκης, ἐκεῖ ἰσοπαλὴς ταῖς συμφοραῖς παράκλησις, μᾶλλον δὲ πολὺ λίαν τῶν ἀμυδρῶν ἀμφιλαφεστέρα. Ἐνδύσασθαι δὲ προστέταχε τὴν ἰσχὺν αὐτῆς, καὶ πρός γε τούτῳ τὴν δόξαν. Καὶ ἰσχὺς μὲν ἡ κατ' ἐνέργειαν πρακτικὴ νοοῖτ' ἂν εἰκότως, καθ' ἣν ἡ ἑκάστου ψυχὴ πρὸς τόδε τι τυχὸν τῶν πρακτέων ἴεται σὺν φρονήματι νεανικῷ. Δόξα δὲ τίς ἂν ἕτερος εἴη παρὰ τὸν τῆς δόξης Κύριον, ὅς ἐστι Χριστός; πρὸς ὅν πού φησι καὶ ὁ θεσπέσιος μελῳδὸς, ποτὲ μὲν, ὅτι «Ἐξεγέρθητι, ἡ δόξα μου·» ποτὲ δὲ πάλιν περὶ παντὸς τοῦ πιστεύοντος εἰς αὐτὸν, ὅτι «Τὸ καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ.» Ἐνδυσόμεθα δὲ τίνα τρόπον τήν τε δόξαν, καὶ τὴν ἰσχὺν αὐτὴν, διεσάφησεν ἡμῖν ὁ πάνσοφος Παῦλος. Ἔφη δὲ πάλιν· «Ἐνούσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν.» Καὶ προσέτι τούτῳ· «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Ναὶ μὴν καὶ ὁ προφήτης Ἡσαΐας ὡς ἐν τάξει γυναικὸς πολυτρόπως ὡραϊσμένης τὸ τῆς Ἐκκλησίας πρόσωπον εἰσκεκόμικε λέγων· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης.» Ἄμφιον οὖν ἄρα Χριστὸς ἁγίῳ παντὶ πρεπωδέστατον· καὶ χιτὼν εὐφροσύνης τῆς νοητῆς, πρόξενος ἡμῖν ἰσχύος καὶ δόξης. Ἁγίαν δὲ πόλιν ὀνομάζει τὴν Ἐκκλησίαν. Ἡγιάσθη τε γὰρ οὐ διά γε τῆς κατὰ νόμον λατρείας (τετελείωκε γὰρ ὁ νόμος οὐδένα), ἀλλὰ σύμμορφος γενομένη Χριστῷ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνὸς, κατὰ μέθεξιν δηλονότι τοῦ ἁγίου Πνεύματος, ἐν ᾧ καὶ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως, πάντα ῥύπον ἀπονιψάμενοι, καὶ ἁπάσης κηλῖδος ἀπηλλαγμένοι.